Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1137
Not analysed yet
ληʹ. «Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό· τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσεται.» Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως εἴρηκεν· Οἱ δὲ ἀθετοῦντες ἐξαλειφθήσονται ὁμοῦ, τὰ ἔσχατα τῶν ἀνόμων ἐκκοπήσεται. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ, καὶ οὗτοι τὰ ἐπίχειρα δέξονται, καὶ κοινὸν ὑπομενοῦσιν ὄλεθρον. λθʹ, μʹ. «Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. Καὶ βοηθήσει αὐτοῖς Κύριος, καὶ ῥύσεται αὐτοὺς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν, καὶ σώσει αὐτοὺς, ὅτι ἤλπισαν ἐπ' αὐτόν.» Οἱ δὲ τῆς δικαιοσύνης ἐργάται τῆς θείας ῥοπῆς ἀπολαύσονται, καὶ σωτηρίας τεύξονται, καὶ τῶν ἀδικεῖν πειρωμένων περιγενήσονται, ἅτε δὴ ἀκραιφνῆ τὴν περὶ αὐτῶν ἐλπίδα κτησάμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΛΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου.» Τὴν σπουδαίαν μετάνοιαν τοῦ θειοτάτου Δαβὶδ τὸ τῆς ἐξομολογήσεως κηρύττει διάφορον. Ἐν πολλοῖς γὰρ ψαλμοῖς μέμνηται τῆς ἁμαρτίας, τὸ ἕλκος οὐκ ἀνεχόμενος, ἀλλὰ καὶ τὴν νόσον, καὶ τὴν θεραπείαν εἰς μέσον προτίθησι, διδασκαλίας ὑπόθεσιν τοῖς ἀνθρώποις προσφέρων. Κἀν τούτῳ τοιγαροῦν τῷ ψαλμῷ, καὶ τῆς ἁμαρτίας μέμνηται, καὶ τῆς διὰ τὴν θεραπείαν τῆς ἁμαρτίας ἐπενεχθείσης παιδείας. Ἐπηνέχθη δὲ αὐτῷ πολλὰ καὶ διάφορα δυσχερῆ· τοῦ Ἀμνὼν ἡ σφαγὴ, ἡ τοῦ Ἀβεσσαλὼμ τυραννὶς, Ἀχιτόφελ ὁ σύμβουλος κατ' αὐτοῦ βουλευόμενος, Σεμεεὶ λοιδορούμενος, καὶ τὰ ἄλλα, ὅσα ἡ ἱστορία διδάσκει. βʹ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐξελέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Τοῦτο καὶ τοῦ ἕκτου ψαλμοῦ προοίμιον ἐποιήσατο, παρακαλῶν ἰατρικῶς μὴ δικαστικῶς παιδευθῆναι, μὴ δριμυτέροις, ἀλλ' ἠπίοις φαρμάκοις ἰατρευθῆναι. γʹ. «Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.» Τοῦτο, φησὶν, οὐ μάτην ἀντιβολῶ, ἀλλ' ὁρῶν ἐπιφερομένας μοι νιφάδας βελῶν, καὶ τὴν χεῖρά σου λίαν ἐπικειμένην, καὶ σφόδρα με μαστιγοῦσαν. Τὸ γὰρ,» Ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου,» ἐκ μεταφορᾶς τέθεικε τῶν αἰκιζομένων, καὶ πολλὰς ἐπιφερόντων πληγάς. δʹ. «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς