Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1140
Not analysed yet
ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.» Νυττόμενος, φησὶ, τῇ τιμωρίᾳ τῆς ἁμαρτίας ἀναμιμνήσκομαι· ἡ δὲ αὐτῆς μνήμη θρήνους μοι καὶ ὀδυρμοὺς ἐργάζεται· ἐκ δὲ τούτων κακουχία μοι καὶ ταλαιπωρία προσγίνεται. εʹ—ζʹ. «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, καὶ ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.» Κατέκαμψέ με, φησὶ, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον, ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ τὴν φρόνησιν ἀποβαλὼν καὶ τῇ ἀφροσύνῃ δουλεύσας εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερημένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυθρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. ηʹ. «Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.» Διὰ τῶν ψοῶν τὴν ἐπιθυμίαν ᾐνίξατο. Ταύταις γὰρ ἔγκεινται οἱ νεφροὶ, δι' ὧν αἱ ὀρέξεις κινεῖσθαι πεφύκασι. Λέγει τοίνυν, ὅτι τούτων αἴτιόν μοι γεγένηται τῶν κακῶν τὸ μὴ εἰς δέον, ἀλλ' εἰς ἀσωτίαν τῇ ἐπιθυμίᾳ προσχρήσασθαι. θʹ. «Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.» Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύπτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπιθυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπήγαγε· ιʹ. «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐπειδὴ γὰρ ἅπαξ ἐχρησάμην αὐτῇ κακῶς, ἀεὶ τοῖς σοῖς αὐτὴν ἐπιτάγμασιν ἀναθήσω. «Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. [ιαʹ] Ἡ καρδία μου ἐταράχθη· ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ.» Ὁρᾷς μου, φησὶ, Δέσποτα, τοὺς ὀδυρμοὺς, καὶ τὰ δάκρυα, ὁρᾷς με κλονούμενον, καὶ τῆς ἰσχύος γεγυμνωμένον, καὶ τοῦ φωτὸς τοῦ συνήθους ἐστερημένον, καὶ μεσούσης ἡμέρας ὡς ἐν σκότῳ διάγοντα. Δύο δὲ κατὰ ταὐτὸν διὰ τούτων σημαίνει, καὶ τὴν τῆς ἀθυμίας ὑπερβολὴν,