Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1141
Not analysed yet
δι' ἢν οὐδὲ τὸ φῶς εἶναι δοκεῖ φῶς, καὶ τῆς θείας κηδεμονίας τὴν γύμνωσιν· ἣν φῶς ὀφθαλμῶν εἰκότως ὠνόμασεν. ιβʹ. «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν· καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οἱ φίλοι καὶ οἱ ἑταῖροί μου ἐξεναντίας ἐν τῇ πληγῇ μου ἀντέστησαν. Οἱ μὲν γὰρ, φησὶ, τῶν φίλων, τὴν ἐμὴν θεασάμενοι πληγὴν, τὰ πολεμίων ἔδρασαν, καὶ προφανῶς μοι ἀντέστησαν· οἱ δὲ δείσαντες ἐχωρίσθησαν, τῆς οἰκείας μοι συμμαχίας οὐ μεταδόντες. Αἰνίττεται δὲ διὰ τοῦ προτέρου τὸν Ἀχιτόφελ, οὐ μόνον χωρισθέντα, ἀλλὰ καὶ τὰς ὀλεθρίους εἰσενεγκόντα βουλάς. Καὶ ἄλλοι δὲ, ὡς εἰκὸς, ταῦτα δεδράκασιν ἐκείνῳ· μᾶλλον δὲ τὸ πλεῖστον τοῦ Ἰσραὴλ, καὶ αὕτη δὲ ἡ τοῦ Ἰούδα φυλὴ σὺν τῷ Ἀβεσσαλὼμ ἐστρατεύσατο. Αὐτίκα τοίνυν μετὰ τὴν τοῦ πατραλοίου σφαγὴν, ἀλλήλοις παρεκελεύοντο φθάσαι τὰς ἄλλας φυλὰς, καὶ ἐπαναγαγεῖν εἰς τὰ βασίλεια τὸν βασιλέα Δαβίδ. ιγʹ. «Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητα, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.» Γεγυμνωμένον με τῶν φίλων οἱ πολέμιοι θεασάμενοι, τὰς κατ' ἐμοῦ ῥάπτοντες διετέλουν ἐπιβουλὰς, τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι. ιδʹ, ιεʹ. «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς.» Τοῦτο ἡ ἱστορία διδάσκει σαφέστερον. Καὶ γὰρ τοῦ Ἀβεσσαλὼμ τοῦ πατρὸς αἰτιωμένου τὰς ψήφους, καὶ πρὸς ἑαυτὸν ἐφελκομένου τῶν δικαζομένων τοὺς ἡττωμένους, ὁ μακάριος ἐμακροθύμει Δαβίδ. Καὶ τοῦ Σεμεεὶ λοιδορουμένου, καὶ γλώττῃ καὶ χειρὶ βάλλοντος, σιγῶν τὰς ὕβρεις ἐδέχετο· καὶ τὸν Ἀβεσσὰ πειραθέντα δίκας τὸν ἀλιτήριον πράξασθαι διεκώλυεν, εἰρηκὼς, «Ἄφετε αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος προσέταξεν αὐτὸν καταρᾶσθαι τὸν Δαβίδ.» ιϛʹ, ιζ. «Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν.» Ταύτῃ δὲ, φησὶ, χρώμενος τῇ καρτερίᾳ διετέλουν εἰς σὲ τὴν ἐλπίδα ἔχων, καὶ σοὶ τὴν ἐμαυτοῦ κρίσιν διδοὺς, καὶ ἱκετεύων, μὴ ἐπίχαρτος γενέσθαι τοῖς πολεμίοις, μηδὲ τὴν ἐμὴν ἧτταν πρόφασιν αὐτοῖς ἀλαζονείας γενέσθαι. ιηʹ. «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος· καὶ ἡ