Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1144
Not analysed yet
ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός.» Ἄξιόν με, φησὶ, μαστίγων ἡ ἁμαρτία πεποίηκε· διόπερ ἐμαυτὸν ὑποτίθημι ταῖς τιμωρίαις· ἐφίεμαι γὰρ τῆς θεραπείας, ταῖς τῆς ἁμαρτίας ὀδύναις κεντούμενος. ιθʹ. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» Διὰ δὲ τοῦτο καὶ κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. κʹ, καʹ. «Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ· καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν.» —»Σοὶ γὰρ, φησὶ, μόνῳ ἥμαρτον, Δέσποτα, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἐκεῖνοι δὲ πολλὰς πολλάκις παρ' ἐμοῦ εὐεργεσίας δεξάμενοι, τοῖς ἐναντίοις ἀμείβονται, καὶ μείζονά μου προσεκτήσαντο ῥώμην. «Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.» Πάλιν τὸν Ἀβεσσαλὼμ διὰ τούτων παραδηλοῖ, τὰς κρίσεις αὐτοῦ διαβάλλοντα καὶ ἀδίκους ἀποκαλοῦντα. Καὶ ἐπειδὴ υἱὸς ἦν πατροκτόνος γενέσθαι φιλονεικῶν, εἰκότως ἐπήγαγε· «Καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδελυγμένον. Ὃν γὰρ ἀγαπᾷν ἔδει κατὰ τοὺς τῆς φύσεως νόμους, τοῦτον ὡς δυσώδη νεκρὸν ἐμυσάττετο. Ἁρμόττει δὲ τοῦτο καὶ τῷ ἀχαρίστῳ λαῷ, ὃς μυρίας εὐεργεσίας παρὰ τοῦ Δαβὶδ δεξάμενος, καὶ τῶν ἀλλοφύλων δι' αὐτοῦ κρείττων γενόμενος πολλάκις, ἀγνώμων ἐδείχθη περὶ τὸν εὐεργέτην. κβʹ, κγʹ. «Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.» Ὑπὸ τοσούτων, φησὶ, περικλυζόμενος ἀλγεινῶν, σὲ τὸν ἐμὸν Θεὸν καὶ Δεσπότην ἀντιβολῶ, μὴ γυμνῶσαί με τῆς συνήθους προνοίας, ἀλλὰ μεταδοῦναι ῥοπῆς, καὶ σωτηρίαν χαρίσασθαι. ΕΡΜΗΝ. ΤΟΥ ΛΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τῷ Δαβίδ.» Τινὲς τῶν συγγραφέων τῷ Ἰδιθοὺμ ἀνέθεσαν τὸν ψαλμὸν, καὶ ἔφασαν αὐτὸν γεγραφέναι τοῦτον. Ἡ δὲ ἐπιγραφὴ τοὐναντίον διδάσκει, ὅτι τοῦ μὲν Δαβὶδ ὁ ψαλμὸς, τῷ δὲ Ἰδιθοὺμ, ὡς τὸν τῶν ᾀδόντων πεπιστευμένῳ χορὸν, εἰς τὸ ψάλλειν ἐδόθη. Εἰς τὸ τέλος δὲ ἡμᾶς παραπέμπει, ἐπειδὴ τῆς ἀνθρωπίνης φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἴρηκε δὲ τοῦτον τὸν ψαλμὸν ὁ μέγας Δαβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος, καὶ πρὸς τὸν προτεταγμένον πολλὴν ἔχει τὴν συμφωνίαν.