Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1145
Not analysed yet
βʹ, γʹ. «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.» Φεύγοντα τὸν μέγαν Δαβὶδ τοῦ πατραλοίου παιδὸς τὴν τυραννίδα, ὁ Σεμεεὶ κατὰ τὴν ὁδὸν ὑπαντήσας, καὶ βώλοις ἔβαλλε, καὶ λόγοις ἐλοιδόρει τὸν ἄνδρα, παράνομον καὶ ἄνδρα αἱμάτων ἀποκαλῶν. Ἀλλὰ τῇ συνήθει φιλοσοφίᾳ χρώμενος ὁ θεῖος Δαβὶδ, οὐ μόνον αὐτοὺς οὐκ ἠμύνατο, ἀλλὰ καὶ τῶν στρατηγῶν ἕνα πειραθέντα κατακοντίσαι διεκώλυσεν, εἰρηκὼς, «Ἄφετε αὐτὸν, διότι καταρᾶταί με· διότι Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν Δαβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί πεποίηκας οὕτως; ὅπως ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσῃ μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ.» Πολλὴν τοίνυν συμφωνίαν πρὸς τήνδε τὴν ἱστορίαν ἔχει τοῦδε τοῦ ψαλμοῦ τὰ ῥήματα. Πολλὴν γὰρ, φησὶ, προμήθειαν τῆς γλώττης ἐποιήσατο· εὐόλισθον τοῦτο διαφερόντως τὸ μόριον ἐπιστάμενος, καὶ οἷόν τινι τειχίῳ ταύτην ἀεὶ περιβάλλων. Οὐχ ἥκιστα δὲ, ἡνίκα Σεμεεὶ οὐδὲν ἠδικημένος ἀντέστη· αὐτὸν γὰρ ἁμαρτωλὸν, ὡς ἄδικον ὀνομάζει· τηνικαῦτα γὰρ «Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» Σφόδρα δὲ ταῦτα ἔοικε τοῖς ἐν τῇ ἱστορίᾳ ὑπ' αὐτοῦ εἰρημένοις, Ἄφετε αὐτὸν καταράσασθαι, ὅτι Κύριος προσέταξεν αὐτῷ κακολογεῖν τὸν Δαβίδ· εἴπερ ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἐξελῆταί με σήμερον ἐκ χειρὸς τῶν ἐχθρῶν μου. Τοῦτο κἀνταῦθα λέγει, ὅτι Κωφῷ ἐῴκειν παντελῶς οὐκ ἀκούοντι, καὶ ἐταπείνωσα ἐμαυτὸν, τὸ ἐντεῦθεν κέρδος προσμένων. «Καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.» Ὑπ' ἐκείνου, φησὶ, λοιδορούμενος, τῆς ὑπ' ἐμοῦ τολμηθείσης ἁμαρτίας ἦλθον εἰς μνήμην, καὶ ταῖς ἐντεῦθεν ἀκίσιν ἐβαλλόμην, λογιζόμενος ὅτι ταύτης ἕνεκα καὶ λοιδοροῦμαι, καὶ τυραννοῦμαι, καὶ τῶν βασιλειῶν ἐξελαθεὶς, φεύγειν ἀναγκάζομαι. Καὶ ταῦτα δὲ πολλὴν ἔχει πρὸς τὴν ἱστορίαν συγγένειαν. Τὸ γὰρ, «Κύριος προσέταξεν αὐτῷ κακολογεῖν τὸν Δαβὶδ,» μνήμην ἔχει τῆς ἁμαρτίας, ἐπειδὴ διὰ ταύτην ἡ παιδεία γεγένηται. δʹ. «Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Τοῦτο ὁ