Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1148
Not analysed yet
Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐξεθερμάνθη ἡ καρδία μου ἐντός μου, ἐν τῷ ἀναπολεῖν με, ἀνεκαιόμην πυρὶ. Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας μου, τῷ τῆς ἀθυμίας ἐνεπιμπράμην πυρί. εʹ. «Ἐλάλησα ἐν γλώσσῃ μου, Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου· καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν· ἵνα γνῶ τί ὑστερῶ ἐγώ. «Πρὸς μὲν οὖν τὸν λοιδορούμενον ἀπεκρινάμην οὐδὲν, τὸν δὲ τῶν ὅλων ἱκέτευσα Κύριον, δῆλόν μοι ποιῆσαι τῆς ζωῆς μου τὸ τέλος, σφόδρα τῆς τελευτῆς ἐφιέμενος. ϛʹ. «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου.» Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύς σου. Ἐφίεμαι δὲ τελευτῆς, οὐ μακρόβιον τὴν ἀνθρωπείαν ἐπιστάμενος φύσιν. Ἡ γὰρ ἡμετέρα βιοτὴ οὐδὲ συνεστάναι δοκεῖ τῇ σῇ παραβαλλομένη ζωῇ. Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος, ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμετρεῖται. Διὰ τούτου δὲ παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρωπείας ζωῆς. Οὕτω καὶ ἑτέρωθι λέγει· «Ὅτι χίλια ἔτη ὑπὸ ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Καὶ ἀλλαχοῦ τῶν οὐρανῶν καὶ τῆς γῆς μνημονεύσας, «Αὐτοὶ, φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» —«Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Ὥστε πᾶσα, φησὶ, τῶν ἀνθρώπων ἡ φύσις, καὶ οἱ πλουτοῦντες, καὶ οἱ πενόμενοι, ἀτμῷ ἐοίκασι διαλυομένῳ, καὶ εἰκῆ καὶ μάτην οἰκοδομοῦσι, φυτεύουσι, πλοῦτον καὶ περιουσίαν ἀθροίζουσιν. ζʹ. «Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Οὐδὲν, φησὶ, τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες διαφέρουσιν ἄνθρωποι· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ' ὅμως οὐδὲν ἧττον διαταράττονται φιλονεικοῦντες, διαμαχόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι· καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασι κληρονόμον. Τοῦτο δὲ καὶ ὁ μακάριος Δαβὶδ καὶ ἐκ τῶν καθ' ἑαυτὸν κινούμενος γέγραφε. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δα-