Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1149
Not analysed yet
σμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παράνομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλειῶν γινόμενον, καὶ τὸν ἀποκείμενον σφετερισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκε φωνὴν, Πλὴν μάτην ταράσσεται, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. ηʹ. «Καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» Πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι φράσας, τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Τὴν δὲ ὑπόστασιν Ἀκύλας καραδοκίαν εἴρηκεν· ἀντὶ τοῦ, Σὲ καραδοκῶ περισκοπῶν, τὴν σὴν εὐμένειαν ἀναμένω. Εἶτα τὴν αἰτίαν τῶν ἀλγεινῶν ὑποδείκνυσιν. θʹ. «Ἀπὸ πασῶν τῶν ἀνομιῶν ῥυσαί με.» Καὶ τοῦ Σεμεεὶ πάλιν φέρει τὴν μνήμην· «Ὄνειδος ἄφρονι ἔδωκάς με.» Σφόδρα καὶ τοῦτο τοῖς ἐν τῇ ἱστορίᾳ εἰρημένοις συμβαίνει· «Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν Δαβίδ.» Καὶ τὰ ἐπαγόμενα δὲ ὁμοίως τοῖς εἰρημένοις ἀκόλουθα. ιʹ. «Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας.» Σοῦ γὰρ, φησὶ, συγχωρήσαντος, πεπαρῴνηκεν ἐκεῖνος· καὶ ὁ μὲν ἐῴκει μάστιγι, σὺ δὲ δι' ἐκείνης τὴν παιδείαν ἐπέφερες. Διά τοι τοῦτο σιγῶν ἐδεξάμην τὰς μάστιγας, ἐκεῖνον μὲν παρορῶν, σὲ δὲ ὁρῶν παιδεύοντα. Προσφυῶς δὲ μάλα καὶ τὰ ἐπαγόμενα τέθεικεν. ιαʹ, ιβʹ. «Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ἱκετεύω τοίνυν καὶ ἀντιβολῶ σε, Δέσποτα, παῦσον λοιπὸν τὴν παιδείαν· τῷ πλήθει γὰρ τῶν μαστίγων κατηναλώθην. «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ.» Οὐκ εἰκῆ, φησὶ, καὶ μάτην κέχρησαι ταῖς παιδείαις, ἀλλὰ διελέγχων τὰ ἐπταισμένα, καὶ ἰατρικῶς τέμνων, καὶ ἐξάγων τὸν κεκρυμμένον ἰχῶρα· καὶ ταῖς μὲν ἐκ τῆς θεραπείας κατατήκεις ὀδύναις, ὑγίειαν δὲ πραγματεύῃ τοῖς τεμνομένοις. «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος.» Ταῦτα τοίνυν παρ' ἐμαυτῷ λογιζόμενος, εἰς οὐδὲν δέον ὁρῶ τοὺς ἀνθρώπους ὑπὲρ προσκαίρων ταραττομένους πραγμάτων. ιγʹ, ιδʹ. Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι, καὶ