Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1152
Not analysed yet
παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἄνες μοι, ἵνα ἀποψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω.» Ἱκετεύω σε, φησὶ, Δέσποτα, εἰσάκουσον ποτνιωμένου καὶ μετὰ δακρύων ἀντιβολοῦντος. Οὐδὲ γὰρ κατοικῶ τὴν γῆν, ἀλλὰ παροικῶ, καὶ τοῖς πατράσι παραπλησίως, ὀλίγον βιώσας χρόνον, τὸν θάνατον δέξομαι. Μικρᾶς τοίνυν ἀνακωχῆς μοι μετάδος, ἵνα ὀλίγας γοῦν ἡμέρας δίχα ὀδύνης βιώσω, πρὶν τόνδε τὸν βίον ὑπεξελθεῖν. Ἐξελθὼν γὰρ οὐκ ἀναστρέψω. Τοῦτο γὰρ εἶπεν, οὐκέτι οὐ μὴ ὑπάρξω, τουτέστι, πρὸς τὸν φθαρτὸν τοῦτον οὐκ ἀναστρέψω βίον. Θαυμάσαι δὲ ἄξιον, τὸν μέγαν Δαβὶδ ἐν βασιλείᾳ, καὶ πλούτῳ, καὶ δυναστείᾳ, πάροικον ἑαυτὸν ἀποκαλοῦντα καὶ παρεπίδημον, καὶ τῇ εὐκληρίᾳ θαῤῥῆσαι μὴ ἀνασχόμενον. Τῷ ὄντι γὰρ σοφίας μεστὰ τὰ ῥήματα, καὶ τὴν φύσιν τῶν ὄντων ἐπισταμένης, καὶ τούτου χάριν τῆς παρούσης εὐημερίας καταφρονούσης. ΕΡΜΗΝ. ΤΟΥ ΛΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός.» Τινὲς εἰς τὸν μακάριον Ἱερεμίαν τοῦτον ἔλαβον τὸν ψαλμὸν, τινὲς εἰς τὸν θαυμάσιον Δανιήλ· ἐπειδὴ κἀκεῖνος καὶ οὗτος εἰς λάκκον ἐβλήθησαν, μέμνηται δὲ λάκκου τοῦ ψαλμοῦ τὸ προοίμιον· καὶ τῷ ἑνὶ προσεσχηκότες ῥητῷ, εἰς ἐκείνην ἐτράποντο τὴν διάνοιαν. Τινὲς δὲ τοῖς οἰκήσασι τὴν Βαβυλῶνα δορυαλώτοις ἁρμόττειν ἔφασαν τὸν ψαλμόν. Ἐγὼ δὲ τυπικῶς μὲν εἰς τὰ συμβεβηκότα τῷ Δαβὶδ τοῦτον συγγεγράφθαι νομίζω· ἀναφέρεσθαι δὲ καὶ εἰς ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς τῆς ἀναστάσεως δεξαμένην ἐλπίδας. Εἰς δὲ ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν ὁ θεσπέσιος Παῦλος, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ῥητῶν ἐνίων μνησθείς. βʹ, γʹ. «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος.» Ἁρμόττει δὲ καὶ τῷ μακαρίῳ Δαβὶδ τὰ ῥήματα· σύμφωνα γάρ ἐστι τῷ προτεταγμένῳ ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν· «Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, καὶ ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω.» Καὶ ἀνωτέρω δὲ ἔφη· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» Ἐνταῦθα δὲ, ὡς τῆς ἱκετείας δεχθείσης, καὶ τῆς αἰτήσεως δοθείσης, «Ὑπομένων, φησὶν, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ἀπεστραμμένος γὰρ τὴν ἁμαρτίαν, εὐμενές μοι πρόσωπον ἔδειξε, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Καί τι πεποίηκεν εἰσακούσας; «Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος.»