Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1153
Not analysed yet
Οὕτω δὲ τοὺς μεγίστους κινδύνους σύνηθες ὀνομάζειν τῇ θείᾳ Γραφῇ, καθὰ καὶ ἤδη προειρήκαμεν. Τῶν δὲ κινδύνων ἀπαλλάξας, τί σοι πάλιν κεχάρισται; «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» Οὐ γὰρ εἴασέ με κλονεῖσθαι καὶ περιφέρεσθαι, ἀλλ' ἑδραίαν μοι τὴν στάσιν εἰργάσατο. «Ἐπὶ ταύτῃ γὰρ, φησὶ, πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» —»Καὶ κατεύθυνε τὰ διαβήματά μου.» Ἀκωλύτως με τρέχειν εἰς τὴν τῆς δικαιοσύνης ὁδὸν παρεσκεύασε. Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπέδειξε τῆς ἀληθείας ὁδόν. δʹ. «Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν.» Ἀντὶ γὰρ τῆς δυσσεβοῦς τῶν εἰδώλων λατρείας τὸν ὄντα Θεὸν ἐδιδάχθην ὑμνεῖν, καὶ προσφέρειν ᾆσμα, οὐ παλαιὸν, ἀλλὰ καινὸν, καὶ ταῖς καιναῖς εὐεργεσίαις συμβαῖνον. Οὐκέτι γὰρ θρηνῳδῶν ἱκετεύω, ἀλλ' ἐπὶ ταῖς εὐεργεσίαις ὑμνῶ. Ταῦτα μὲν οὖν, ὡς ἔφην, τυπικῶς ἁρμόττει τοῖς τοῦ Δαβὶδ παθήμασι, καὶ ταῖς εἰς αὐτὸν γεγενημέναις εὐεργεσίαις. Ἁρμόττει δὲ διαφερόντως τῇ φύσει τῶν ἀνθρώπων, εἰς αὐτὸν κατενεχθείσῃ τὸν τῆς ἁμαρτίας πυθμένα, καὶ τῷ θανάτῳ παραπεμφθείσῃ, καὶ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ἀνιμηθείσῃ, καὶ δεξαμένῃ τῆς ἀναστάσεως τὰς ἐλπίδας, λέγειν, «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσήκουσέ μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας.» Λάκκος δὲ ταλαιπωρίας εἰκότως ὁ θάνατος ἐκλήθη, φθορᾶς ὑπάρχων μεστός· πηλός δὲ ἰλύος, ἡ ἁμαρτία, ὡς δυσοσμίαν ἀφιεῖσα πολλὴν, καὶ τὸν εὐθυτενῆ τῶν ἀνθρώπων ἐπέχουσα δρόμον. «Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.» Ἐπειδὴ εἰς τῶν τῆς σωτηρίας ἀπολελαυκότων τὸ πρόσωπον ταῦτα διέξεισιν, εἰκότως ὁ Προφήτης ἔφη, ὅτι οἱ μηδέπω γεγευσμένοι τῶν ἀγαθῶν, θεωροῦντες καὶ φοβηθήσονται, ὡς ἤδη μὴ προσεληλυθότες, καὶ τῇ ἐλπίδι κρατυνθέντες, τῆς παρὰ τοῦ Θεοῦ τεύξονται σωτηρίας. εʹ. «Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.» Τῶν ματαιοτήτων τούτων ἐμνημόνευσεν ὁ Προφήτης, καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Καὶ πάλιν, «Πλὴν μάτην ταράσσε-