Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1156
Not analysed yet
ται Κἀνταῦθα τοίνυν μακαρίζει τὸν τῶν μὲν παρόντων καταφρονήσαντα, τὴν ἐλπίδα δὲ τὴν θείαν ἀντὶ πάντων κτησάμενον. ϛʹ. «Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.» Νικᾷ, φησὶν, ἀριθμὸν καὶ πᾶσαν διήγησιν τὰ ὑπὸ τῆς σῆς δυνάμεως γενόμενα θαύματα. Οὐ γάρ ἐστιν ὁ τὰ ὅμοιά σοι δράσαι δυνάμενος· μέγιστα μὲν γὰρ καὶ περικαλλῆ σου τὰ ποιήματα· νικᾷ δὲ τοὺς ἀνθρωπίνους ἐπαίνους τὰ καθ' ἕκαστον καιρὸν ὑπὸ τῆς σῆς προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ τὰ ἐπὶ Μωσοῦ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, ἡ διὰ δουλείας τοῦ Ἰωσὴφ βασιλεία, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι. Ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώτερον. Οὐδὲ γὰρ ἑνὸς ἀνδρὸς, ἢ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων πραγματεύῃ τὴν σωτηρίαν, καὶ, τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ τῶν Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογικὴν λατρείαν νομοθετοῦσαν. ζʹ, ηʹ. «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Τότε εἶπον, Ἰδοὺ ἥκω.» Τούτοις ἡ ἀποστολικὴ συνᾴδει παραίνεσις· «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν. Ἀντὶ γὰρ τῶν νομικῶν ἱερείων τὰ ἡμέτερα μέλη καθιεροῦν ὁ Δεσπότης προσέταξε. Ταύτην δέ σου, φησὶ, τὴν χάριν ἰδὼν, ἐμαυτόν σοι προσήγαγον, λέγων, Ἰδοὺ πάρειμι. Ταύτην μέντοι τὴν φωνὴν ὁ μακάριος λαμβάνει Παῦλος εἰς τὸν Δεσπότην Χριστὸν, καὶ μάλα εἰκότως. Τῆς γὰρ ἡμετέρας φύσεώς ἐστιν ἀπαρχὴ, καὶ πρώτῳ πρέπει τὰ ἡμέτερα λέγειν, καὶ ἐν αὐτῷ προτυποῦν ἃ παρ' ἡμῶν προσήκει γενέσθαι. Οὕτω πρῶτος τῷ βαπτίσματι προσελήλυθεν, ἡμῖν ὑποδεικνὺς τὴν τοῦ βαπτίσματος χάριν· οὕτως ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ταπεινοφροσύνης ἡμῖν ἀρχέτυπον προτιθείς. Διὰ τοῦτο πρὸς τὸν Ἰωάννην ἔφη· «Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ἁρμόττει τοίνυν αὐτῷ καὶ τὰ ἡμέτερα λέγειν, ὡς