Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1157
Not analysed yet
κεφαλῇ σώματος, ὡς πολλῶν ἀδελφῶν πρωτοτόκῳ κατὰ τὴν σάρκα. «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.» Ἄνωθεν, φησὶν, ἐν ταῖς προφητικαῖς βίβλοις ταῦτα περὶ ἐμοῦ προηγόρευται. Τὴν κεφαλίδα, εἴλημα εἰρήκασιν Ἀκύλας καὶ Σύμμαχος· οὕτω δὲ τὰς θείας Γραφὰς μέχρι καὶ τήμερον Ἰουδαῖοι κατασκευάζειν εἰώθασι. θʹ. «Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἠβουλήθην· καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.» Προσελθών σοι, φησὶ, πᾶσαν ἔχω σπουδὴν τὰς σὰς πληροῦν ἐντολὰς, καὶ κατὰ τὸ σὸν πολιτεύεσθαι θέλημα. Τὸ δὲ, ἐν μέσῳ τῆς κοιλίας μου, ἐκ μεταφορᾶς εἴρηκε τῶν εὖ περί τινα διακειμένων, καὶ ἔνδον ἐφιεμένων ἐμβαλεῖν τὸν ποθούμενον. Ταῦτα δὲ οὔτε τῷ Ἱερεμίᾳ, οὔτε τῷ Δανιὴλ, οὔτε τῷ μακαρίῳ ἁρμόττει Δαβίδ. Τοῦ νόμου γὰρ κρατοῦντος, ὁλοκαυτώματα καὶ θυσίαι προσεφέροντο τῷ Θεῷ. Ὁ δὲ προφητικὸς λόγος, ἐκβαλὼν πάντα τὰ τοιαῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. Οὗ δὴ χάριν, τυπικῶς ἔφην ἁρμόττειν τῷ Δαβὶδ τὸν ψαλμόν· ἐπειδὴ κἀκεῖνος προφητικῶς προεώρα τὰ μέλλοντα, καὶ κατ' ἐκεῖνα ζῇν ἐπεθύμει· ἀληθῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν. ιʹ, ιαʹ. «Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.» Καὶ ὁ μακάριος Δαβὶδ ὑπισχνεῖται ἐν ἐκκλησίᾳ μεγάλη, τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ, τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον· καὶ αὕτη ἡ σεσωσμένη φύσις ταύτην ὑπὲρ τῆς σωτηρίας ὑπισχνεῖται τὴν ἀντίδοσιν δώσειν, τὸ συντρέχειν εἰς ἐκκλησίαν, καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνῦναι τὸ ἀληθές. Τὸ δὲ, «ἀπὸ συναγωγῆς πολλῆς,» ὁ Σύμμαχος ἐν πληθύϊ, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐν ἐκκλησίᾳ μεγάλῃ τεθείκασιν· ὡς εἶναι δῆλον, ὅτι περὶ τῆς αὐτῆς εἴρηκεν ἐκκλησίας. ιβʹ. «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ· τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.» Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται.