Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1160
Not analysed yet
ιγʹ. «Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με.» Μηδεὶς δὲ ἀνάρμοστα τοῖς ἡρμηνευμένοις ἡγείσθω τὰ εἰρημένα. Καὶ γὰρ οἱ τρεῖς παῖδες τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον, «Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου.» Οὕτως ὁ θαυμάσιος Δανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος. «Χριστὸς γὰρ, φησὶν, Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν,» Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος.» Οὕτω τοίνυν ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία, οὐ μεγαφρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλὰ ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γινόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε οὐδὲ ἐκ τελείων πᾶσα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία· ἀλλ' ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προφέρεται. ιδʹ, ιεʹ. «Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν.» Οὐ γὰρ τρῶσαι βούλονται, ἀλλᾶ τῷ αἰωνίῳ παραπέμψαι θανάτῳ. «Ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά.» Τρέψον αὐτοὺς εἰς φυγὴν, καὶ διαμαρτεῖν ὧν ἐφίενται παρασκεύασον· κακὰ γάρ μοι καττύουσιν. ιϛʹ. Κομισάσθωσαν αἰσχύνην παραχρῆμα οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Καὶ τοῖς ἐπιτωθάζουσι δὲ καὶ ἐπιγελῶσί μοι, γενέσθω τούτοις καρπὸς ἡ αἰσχύνη. ιζʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου διαπαντός.» Τοὺς δὲ ζητοῦντάς σε, φησὶ, καὶ ὑμνοῦντας, καὶ διαπαντὸς ἀγαπῶντας, διηνεκοῦς ἔμπλησον εὐφροσύνης, καὶ τῆς σῆς ἀγάπης μεταβολὴν μὴ δεχόμενοι, μὴ δεξάσθωσαν θυμηδίας μεταβολήν. Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα. ιηʹ. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· Κύριος