Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1161
Not analysed yet
φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Ὥσπερ ἁμαρτιῶν ἐμνημόνευσεν ἄνω, οὕτω καὶ πτωχὸν ἑαυτὸν ἀποκαλεῖ, ὡς βοηθείας σπανίζοντα, καὶ τῆς θείας δεόμενον ἐπικουρίας· καὶ ταύτης ὅτι τάχιστα ἱκετεύει τυχεῖν. Ἁρμόττει δὲ ταῦτα διαφερόντως τῷ μακαρίῳ Δαβίδ. Ἡγοῦμαι γὰρ, ὅτι τὴν πρόῤῥησιν ἐκείνην θεασάμενος, καὶ τὴν φιλοτιμίαν τῆς χάριτος, πτωχὸν ἑαυτὸν καὶ πένητα προσηγόρευσε, καὶ τῆς θείας καὶ αὐτὸς ἀπολαῦσαι προνοίας ἱκέτευσεν. Ἀντιβολεῖ δὲ μὴ χρονίσαι τὴν τεθεσπισμένην σωτηρίαν, μηδὲ εἰς μακροὺς ἀναβληθῆναι χρόνους, ἀλλὰ τάχιστα τοῖς ἀνθρώποις ταύτην παρασχεθῆναι. ΕΡΜΗΝ. ΤΟΥ Μʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβίδ.» Τινὲς μὲν τῷ Δαβὶδ ἀνέθεσαν, τινὲς δὲ τῷ Ἐζεκίᾳ τὸν παρόντα ψαλμόν· οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέλιον οὐδέτερον δέξασθαι. Ὁ γὰρ Δεσπότης Χριστὸς διάλεξίν τινα πρὸς τοὺς ἱεροὺς ποιησάμενος μαθητὰς, ἐπήγαγε καὶ ταῦτα· «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε ταῦτα. Οὐ περὶ πάντων ὑμῶν λέγω, οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὑτοῦ· ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι.» Τοῦ Κυρίου τοίνυν λέγοντος, «Ἵνα ἡ Γραφὴ πληρωθῇ,» καὶ δεικνύντος τὸν παρόντα ψαλμὸν αὐτῷ καὶ οὐκ ἄλλῳ τῳ προσήκοντα, θρασὺ νομίζω καὶ τολμηρὸν, ἄλλην αὐτῷ καὶ μὴ προσήκουσαν ὑπόθεσιν διαπλάσαι. βʹ. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.» Τὸ καὶ πένητα ἐν ἐνίοις εὗρον ἀντιγράφοις· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τῷ Σύρῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Πτωχὸν μέν τοι καλεῖ τὸν τῶν ὅλων Κύριον. «ἐπειδὴ πλούσιος» ὢν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, «δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.» Καὶ «Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών.» Καὶ ὁρατῶν καὶ ἀοράτων δεσπόζων, οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ γεννηθεὶς ἐκ Παρθένου, διὰ σπάνιν κλίνης ἐπὶ φάτνης ἐτέθη. Μακαρίζει τοίνυν ὁ προφητικὸς λόγος τὸν ταύτην συνιέναι τὴν πτωχείαν δυνάμενον, καὶ εἰς δύναμιν ἀνυμνῆσαι προθυμούμενον τὸν ταύτην ἀναδεξάμενον· εἶτα δείκνυσι τοῦ μακαρισμοῦ τοὺς καρ-