Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1164
Not analysed yet
πούς. «Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.» Τὴν δὲ πονηρὰν ἡμέραν, κακώσεως ἡμέραν ὁ Σύμμαχος εἴρηκεν. Αἰνίττεται δὲ, ὡς οἶμαι, τὴν τῆς κρίσεως ἡμέραν, φοβερὰν οὖσαν, καὶ τῶν παρανοήμων κακωτικήν· καὶ ὑπισχνεῖται τὴν εἱλικρινῆ γνῶσιν τῆς πτωχείας ἐκείνης τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλλάξαι κακῶν. γʹ. «Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ.» Οὐ μόνον δὲ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσει, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον τῆς θείας τεύξεται προμηθείας, περιφανής τε γενόμενος καὶ περίβλεπτος, καὶ τὰς τῶν δυσμενῶν διαφεύγων ἐπιβουλάς. Καὶ ἐπειδὴ τὸν φθαρτὸν ἔχοντα σῶμα εἰκὸς καὶ νόσῳ περιπεσεῖν, ὑπισχνεῖται καὶ τὴν ταύτης ἀπαλλαγήν. δʹ. «Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.» Πάσης αὐτὸν, φησὶν, ἀπαλλάξει τῆς ἀῤῥωστίας, καὶ εἰς ὑγίειαν τὴν νόσον μεταβαλεῖ. Τὸ γὰρ, «ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ τὴν κοίτην,» ἀντὶ τοῦ μετέβαλες τέθεικεν Οὕτω τοῦ συνιέντος τὴν ἀξιάγαστον ἐκείνην πτωχείαν τὰς ἀντιδόσεις διεξελθὼν, ὑποδείκνυσιν ἡμῖν, τίς ὁ ταύτην ἐσχηκὼς, καὶ πῶς αὐτὴν μετελήλυθεν, αὐτὸν εἰσάγων διδάσκοντα, καὶ τὰ καθ' ἑαυτὸν διηγούμενον. εʹ. «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.» Ἐγὼ δέ εἰμι, φησὶν, ὁ πτωχὸς, ὁ τὴν ἑκούσιον πτωχείαν ἀναδεξάμενος, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὰ τῶν ἀνθρώπων οἰκειούμενος πάθη, ὁ ἁμαρτίαν μὲν μὴ πεποιηκὼς, τὴν δὲ ὑπὲρ τῆς ἀνθρωπείας φύσεως, ὡς ἀπαρχὴ τῆς φύσεως, εἰσφέρων παράκλησιν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὁ Σύμμαχος οὐκ εἶπεν, «ὅτι ἥμαρτόν σοι,» ἀλλὰ, καὶ εἰ ἥμαρτόν σοι. ϛʹ. «Οἱ ἐχθροί μου εἶπον κακά μοι, πότε ἀποθανεῖται, καὶ ἀπολεῖται ὄνομα αὐτοῦ;» Ἐχθροὺς τοὺς Ἰουδαίους καλεῖ, βασκαίνοντας καὶ τὸν θάνατον καττύοντας. Τοῦτο δὲ καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει· «Καὶ συμβούλιον γὰρ, φησὶν, ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.» Ἐντεῦθεν ἐπὶ τὸν Ἰούδαν μεταφέρει τὴν πρόῤῥησιν. ζʹ. «Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν· μάτην ἐλάλει