Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1165
Not analysed yet
ἡ καρδία αὐτοῦ· συνήγαγεν ἀνομίαν ἑαυτῷ· ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει.» Οὕτω δὲ καὶ οἱ θεῖοι ἡμᾶς διδάσκουσιν εὐαγγελισταὶ, ὅτι τοῖς μὲν Ἰουδαίοις εἶπε· «Τί μοι δίδοτε, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω;» ἐζήτει δὲ καιρὸν, ὥστε παραδοῦναι αὐτόν. Ταῦτα καὶ ἡ πρόῤῥησις λέγει, «Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν μάτην· ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.» Εἰσιὼν γὰρ καὶ ἐξιὼν συνετύρευεν ἐκείνοις τὸν θάνατον· εἶτα τὴν κακὴν αὐτῶν συμφωνίαν προλέγει. ηʹ, θʹ. Ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ, ἐλογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ.» Τούτοις δὲ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος. Ἡσυχῆ γὰρ πρὸς ἀλλήλους διαλεγόμενοι, τῆς ἐπιβουλῆς ἐπεζήτουν τὸν τρόπον. Εἶτα τυραννίδος γραφὴν ἐποιήσαντο, εἰρηκότες τῷ Πιλάτῳ, «Ὡς βασιλέα μὲν ἑαυτὸν ἀποφαίνει, κωλύει δὲ διδόναι τῷ Καίσαρι φόρον.» Τοῦτο καὶ ἡ προφητεία λέγει· «Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ,» ἀντὶ τοῦ, παρανομίας κατηγορίαν ἐποιήσαντο κατ' ἐμοῦ. «Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» Κἂν τὸν θάνατον ὑπομείνω, φησὶν, οὐκ ἀνίσταμαι πάλιν, καὶ σκεδάννυμι τοὺς τοῦτον κατασκευάσαντας; Καὶ τοῦτο ἔοικε τῷ εὐαγγελικῷ ῥητῷ, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Καὶ πάλιν· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» Διὸ δὴ εἰκότως ὕπνον τὸν θάνατον προσηγόρευσεν. ιʹ. «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.» Τοῦτο ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων σαφέστερον εἰρήκασι· Καί γε ἀνὴρ εἰρήνης μου, ᾧ ἐπεποίθησα. Ὁ δὲ Σύμμαχος οὕτως· Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν. Οὐ γὰρ μόνον οἱ ἐχθροί μου κατεσκεύασάν μοι τὸν θάνατον, ἀλλὰ καὶ ὁ συνών μοι ἄνθρωπος, καὶ τὴν εὔνοιαν, καὶ τὴν εἰρήνην ὑποκρινόμενος, ὁμοτράπεζος ὤν μοι, καὶ σύσσιτος, ὃν εἶχε δόλον ἐγύμνωσε. Δόλον γὰρ τὴν πτέρναν ὠνόμασεν, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ τοὺς συνθέοντας πταίειν καὶ πίπτειν μηχανωμένων.