Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1168
Not analysed yet
Τοῦτο καὶ Ἡσαῦ ἀπατηθεὶς ὑπὸ τοῦ Ἰακὼβ, ἔφη «Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο· τάτε πρωτοτόκιά μου εἴληφε, καὶ τὴν εὐλογίαν μου.» ιαʹ, ιβʹ. «Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ.» Καὶ ταῦτα πάντα ὡς ἀπὸ τῆς ληφθείσης εἴρηται φύσεως, περὶ ἣν καὶ τὸ πάθος ἐγένετο. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, ἀκούομεν τοῦ Δεσπότου Χριστοῦ προσευχομένου, «Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.» Καὶ πάλιν· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ.» ιγʹ. «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.» Ἁρμόττει καὶ ταῦτα τῇ τοῦ δούλου μορφῇ, ἣν ὁ Μονογενὴς τοῦ Θεοῦ ἀνέλαβεν. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπελάβετο, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Ἐπειδὴ τοίνυν πάσης κακίας ἡ ληφθεῖσα φύσις ἐλευθέρα διέμεινεν, εἰκότως λέγει, «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. Βεβαίαν γὰρ ἐδεξάμην τὴν ἕνωσιν, καὶ ἄτμητος ἡ συνάφεια, καὶ ἡ δόξα αἰώνιος. ιδʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. «Ταῦτα ὁ θεσπέσιος προαγορεύσας προφήτης, καὶ τὴν ἄῤῥητον τοῦ Δεσπότου φιλανθρωπίαν θαυμάσας, καὶ συνιεὶς ἐπὶ τὸν τὴν ἐθελουσίαν πτωχείαν ἀναδεξάμενον, ὕμνον αὐτῷ διὰ τῆς γλώττης προφέρει, ἵνα τὸ μακάριον καὶ αὐτὸς κομίσηται τέλος. Εἰκότως δὲ μετὰ τὰ πάθη ὕμνον προσήνεγκε, διδάσκων ὡς οὐ μόνον ἄνθρωπος ὁ προφητευόμενος, ἀλλὰ καὶ Θεὸς προαιώνιος, ἀνώλεθρον ἔχων τὸ εἶναι, καὶ ἀτελεύτητον. ΕΡΜΗΝ. ΤΟΥ ΜΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.» Ἡμαρτηκότα τὸν λαὸν Βαβυλωνίοις παρέδωκεν ὁ Θεὸς, ἑβδομηκοντοῦτιν αἰχμαλωσίαν αὐτῶν καταψηφισάμενος. Ὡς ἐκ προσώπου οὖν τούτων εἴρηται ὁ ψαλμὸς, ὀλοφυρομένων καὶ τὴν ἐλευθερίαν