Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1169
Not analysed yet
ποθούντων. Ἐπειδὴ γὰρ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς, ὡς ὁ θεῖος Δανιὴλ, ὡς ὁ θαυμάσιος Ἰεζεκιὴλ, ὡς οἱ καλλίνικοι μάρτυρες Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, θερμῶς μάλα τὸν Θεὸν ἀγαπῶντες, καὶ τὴν ἔννομον αὐτοῦ λατρείαν ποθοῦντες· τὸ τούτων ὁ προφητικὸς λόγος ἀναλαβὼν πρόσωπον, ἃ χρὴ παρ' ἐκείνων ἐν τῷ τῆς συμφορᾶς ῥηθῆναι καιρῷ, πρὸ πολλῶν γενεῶν προδιδάσκει, ἵνα τῇ προῤῥήσει ψυχαγωγῶνται, καὶ τῇ διδασκαλίᾳ παιδεύωνται. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται, ἐπειδὴ μετὰ πλείστην χρόνου περίοδον τὰ λεγόμενα τέλος ἐλάμβανε. Πρόσκειται δὲ καὶ εἰς σύνεσιν, ἐπειδὴ ταύτης μάλιστα δεῖ τοῖς περιπίπτουσι συμφοραῖς. βʹ. «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.» Φασὶ τὰς ἐλάφους τὰ ἰοβόλα θοινᾶσθαι θηρία, καὶ σφοδρότερον ἐντεῦθεν εἰς δίψαν ἐκκαίεσθαι, καὶ θερμότερον τῶν ὑδάτων ὀρέγεσθαι. Βαβυλωνίοις τοίνυν οἱ προειρημένοι συνόντες, ἀνδράσι δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶσι, καὶ ἀτεχνῶς τοῖς ἑρπυστικοῖς ἐοικόσι θηρίοις, εἰκότως ταῖς ἐλάφοις παραπλησίως διψᾷν ἔλεγον τὸν Θεὸν, τὴν ἐκεῖθεν ποθοῦντες ἀπαλλαγὴν, καὶ προσμένοντες τὴν θείαν ῥοπήν. γʹ. «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ·» Ποθῶ δὲ, φησὶ, καὶ διψῶ τὴν τοῦ ζῶντος Θεοῦ μου λατρείαν. Τὸ γὰρ ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, τὸ λατρεύειν αὐτῷ κατὰ τὸν νόμον λέγει· τῇ δὲ Ἱερουσαλὴμ ἡ τοιαύτη περιώρισται λατρεία. Καὶ ταῦτα οὐ μόνος ὁ μακάριος διδάσκει Μωσῆς, ἀλλὰ καὶ οἱ τρεῖς μακάριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες. Μάλα δὲ ἁρμοδίως ἰσχυρὸν καὶ ζῶντα τὸν Θεὸν ὀνομάζουσι, τοῖς ἀψύχοις καὶ ἀκινήτοις τῶν Βαβυλωνίων εἰδώλοις προσέχοντες. δʹ, εʹ. «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός· ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου; Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου.» Νύκτωρ, φησὶ, καὶ μεθ' ἡμέραν ὀλοφυρόμενος κόρον οὐκ ἔλαβον, ἀλλ' οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα, τὰ περὶ σοῦ ὀνείδη δεχόμενος. Οἱ γὰρ δυσμενεῖς ἐπιτωθάζουσί μοι, τὴν σὴν κηδεμονίαν προσφέροντες ὡς ἀσθενῆ, καὶ τῆς αὐτῶν ῥώμης περιγενέσθαι μὴ δυνηθεῖσαν. Τοιγάρτοι ταῦτα διηνεκῶς λογιζόμενος, ἄπαυστον ἔχω τὸν θρῆνον. Τὸ γὰρ, «Ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου,» τοῦτο σημαί-