Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1172
Not analysed yet
νει, ἀντὶ τοῦ, διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς. «Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.» Σκηνὴν καλεῖ τὴν τοῦ Θεοῦ σκέπην. Μετὰ τὰ σκυθρωπὰ τοίνυν, τὰ θυμήρη διαγορεύει, καὶ προδιδάσκει ὡς τάχιστα τῆς ἀνακλήσεως τεύξονται, καὶ ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος, εἰς τὴν ποθουμένην ἐπανήξουσι γῆν, καὶ τὸν θεῖον ἀνοικοδομήσουσιν οἶκον, καὶ τὰς συνήθεις ἐπιτελέσουσι πανηγύρεις, καὶ τὸν ἑορταστικὸν ἦχον, καὶ τὴν πνευματικὴν μελῳδίαν ταῖς ἀκοαῖς εἰσδέξονται. Προθεσπίζει δὲ καὶ ὁ μακάριος Ἡσαΐας, ὡς μετὰ πλείστης ἐπανήξουσι τιμῆς, ἐν λαμπίναις ἡμιόνων ὀχούμενοι, καὶ σκιαδίοις σκεπόμενοι, καὶ τῆς ἀκτῖνος τὸ λυποῦν ἀποθέμενοι. Τοῦτο δὲ καὶ ὁ Ἀκύλας ᾐνίξατο, «Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐχαριστίας ὄχλου ἑορτάζοντος.» Χορεύοντες, φησὶ, καὶ τὸν Σωτῆρα Θεὸν ἀνυμνοῦντες, καὶ σκιᾶς κατὰ τὴν πορείαν ἀπολαύοντες, οὕτω τὸν θεῖον οἶκον καταληψόμεθα, ὡς ἐν πομπῇ τινι ποιούμενοι τὴν ἐπάνοδον. Ταύτης ἀκούσαντες τῆς προῤῥήσεως, σφᾶς αὐτοὺς ψυχαγωγοῦσι λέγοντες· ϛʹ, ζʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Ταύτας, φησὶν, ὦ ψυχὴ, δεξαμένη τὰς ὑποσχέσεις, παῦσαι μὲν ἀλύουσα καὶ ἀσχάλλουσα· τῇ δὲ ἐλπίδι στηριζομένη, πρόσμεινον τὸ τῆς προῤῥήσεως τέλος· ἐν ᾧ τὴν γεγενημένην ὁρῶσα σωτηρίαν, ὕμνους προσοίσεις τῷ σεσωκότι Θεῷ. «Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ, ἀπὸ ὄρους μικροῦ.» Ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς ἑαυτὴν διαλεγομένης. Ἐπειδὴ γὰρ εἶπε, Παῦσαι ἀθυμοῦσα τῶν ἀγαθῶν δεξαμένη τὰς ὑποσχέσεις, ἀποκρίνεται πρὸς ταῦτα λέγουσα, ὅτι Οὐ μάτην ἀλύω, καὶ τοῖς εἰρημένοις κέχρημαι θρήνοις· ἡ γὰρ μνήμη τῆς πατρῴας γῆς κινεῖ μοι τὰ δάκρυα. Γῆν γὰρ Ἰορδάνου τὴν γῆν τῆς ἐπαγγελίας καλεῖ, καὶ Ἑρμωνιεὶμ, τὸ ὄρος τὸ Ἀερμών. Διὰ δὲ τοῦ ὄρους καὶ τοῦ ποταμοῦ, πᾶσαν ἐκείνην τὴν γῆν παρεδήλωσεν. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκομαι σου ἀπὸ γῆς Ἰορδάνου, καὶ ἀπὸ Ἑρμωνιεὶμ ὄρους μικροτάτου.