Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1173
Not analysed yet
ηʹ. «Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.» Ἐν ἐκείνῃ δὲ, φησὶ, διάγων τῇ γῇ, πλήθει δυσμενῶν παρεδόθην, καὶ ὡς ἐν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἀβύσσους γὰρ καλεῖ, τὰ στρατιωτικὰ τάγματα, καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν ὕδασιν ἀμετρήτοις ἀπεικάζει· καὶ τὰ ὑπὸ τούτων γεγενημένα, τῷ πάλαι κατακλυσμῷ, ὃς τὴν οἰκουμένην διέφθειρεν ἅπασαν. Καὶ ταῦτα σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀπὸ ἤχου τῶν κρουνῶν σου. Σὺ γὰρ αὐτοὺς ἐπήγαγες, ποινήν με τῆς παρανομίας εἰσπραττόμενος. «Αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον.» Ἐπειδὴ γὰρ ἀβύσσῳ τὴν στρατιὰν ἀπείκασεν, ἐπέμεινε τῇ τροπῇ, καὶ τὰς γεγενημένας τῆς στρατιᾶς προσβολὰς, κύματα καὶ καταιγίδας ἐκάλεσε. Διὰ ταῦτα, φησὶν, ὀδυνῶμαι· ἡ γὰρ τούτων μνήμη κεντεῖ με· ἀλλ' ὅμως τὴν σὴν φιλανθρωπίαν ἔχω παραψυχήν. Τοῦτο γὰρ ἐπήγαγεν· θʹ. «Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ' ἐμοί. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.» Ἀεὶ, φησὶ, χορηγούμενον ὑπὸ τοῦ Θεοῦ τὸν ἔλεον ἐπιστάμενος, καὶ νύκτωρ τοῦτο ἐμαυτῷ λογιζόμενος, ᾄδω καὶ ὑμνῶ τὸν οὕτω τῶν καθ' ἡμᾶς προμηθούμενον. Προσφέρω δὲ αὐτῷ καὶ δεήσεις, ταύτης τυχεῖν τῆς φιλανθρωπίας ἀντιβολῶν. Εἶτα διδάσκει καὶ τῆς προσευχῆς τὰ ῥήματα· ιʹ, ιαʹ. «Ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου, καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ αὐτοὺς λέγειν μοι καθ' ἑκάστην ἡμέραν, Ποῦ ἐστιν ὁ Θεός σου;» Ταῦτα, φησὶ, πρὸς τὸν ἐμὸν λέγων Δεσπότην, τῆς σῆς ἀεὶ προνοίας τετύχηκα. Τί δήποτέ με νῦν ταύτης ἐγύμνωσας, ὡς ἀπαύστως ἀλύειν τε καὶ θρηνεῖν, διὰ τὰ παρὰ τῶν δυσμενῶν ὀνείδη; αἰκιζόμενοι γάρ με, καὶ πληγαῖς καὶ δεσμοῖς τὰ ὀστᾶ μου συντρίβοντες, ἐπικερτομοῦσι λέγοντες, «Ποῦ ἐστιν ὁ Θεός σου;» διὰ τὴν σὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντες. Τὸ δὲ «Ἐπελάθου μου,» τουτέστι τῆς σῆς μοι προνοίας οὐ μεταδίδως. Λήθη γὰρ πάθος ἀνθρώπινον, ἴδιον δὲ Θεοῦ ἀπάθεια. ιβʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομο-