Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1176
Not analysed yet
λογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Μὴ ἀπαγορεύῃς, φησὶν, ὦ ψυχὴ, τὴν σωτηρίαν· ἔχεις γὰρ Σωτῆρα Θεόν· οὗ τὴν ἐλπίδα κεκτημένη βεβαίαν, σβέσον τὴν ἀθυμίαν, καὶ δέξαι παραψυχήν. ΕΡΜΗΝ. ΤΟΥ ΜΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.» Ἀνεπίγραφός ἔστιν ὁ ψαλμὸς παρ' Ἑβραίοις, ὡς τὴν αὐτὴν ἔχων τῷ προτεταγμένῳ διάνοιαν. Ἀντιβολοῦσι δὲ τὸν Θεὸν οἷ τοὺς προειρημένους ποιησάμενοι λόγους, δικάσαι αὐτοῖς καὶ Βαβυλωνίοις, ὠμότητι πολλῇ κεχρημένοις, καὶ θηριώδει γνώμῃ. Διὸ καὶ ἔθνος αὐτοὺς ἀνόσιον ὀνομάζουσι, καὶ μὲν δὴ καὶ τὸν τούτων βασιλέα, ἄνδρα δόλιόν τε καὶ ἄδικον. Ταῦτα δὲ περὶ αὐτοῦ καὶ ἡ τοῦ θαυμασίου Δανιὴλ προφητεία διδάσκει. βʹ. «Ὅτι σὺ, ὁ Θεὸς, κραταίωμά μου, ἱνατί ἀπώσω με, καὶ ἱνατὶ σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Πάλιν τὴν αὐτὴν προσφέρουσι δέησιν, λιπαροῦντες ἀπαλλαγῆναι τῆς τῶν πολεμίων ὠμότητος, δι' ἣν σκυθρωποὶ καὶ κατηφεῖς ἦσαν ἀεί. Τὸ δὲ, ἱνατί, οὐχ ὡς ἐγκαλοῦντες λέγουσιν, ἀλλ' ὡς αὐτοὶ τῆς τῶν ἄλλων παρανομίας οὐ κοινωνήσαντες, καὶ σὺν ἐκείνοις ἔρημοι τῆς ἄνωθεν προνοίας γενόμενοι· κοινὴν δὲ ὅμως ὑπὲρ ἁπάντων ποιοῦνται τὴν ἱκετείαν. γʹ. «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου.» Ἐνταῦθα τὸν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενημένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαφεστέραν ἐποιήσαντο τὴν ἑρμηνείαν· «Ἀπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὁδηγήσει με, καὶ ἄξει με εἰς τὸ ὄρος τὸ ἅγιόν σου, καὶ εἰς τὰς σκηνώσεις σου.» Τῆς θείας ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ· διὰ ταύτης με γὰρ δυνατὸν καὶ τῆς πικρᾶς ἀπαλλαγῆναι δουλείας, καὶ εἰς τὴν γῆν τὴν πατρῴαν ἐπανελθεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ ναῷ τὴν νενομισμένην λατρείαν προσενεγκεῖν. Σκηνώματα γὰρ τοῦ Θεοῦ, τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ ἅγιον, τὴν Σιών· φῶς δὲ καὶ ἀλήθειαν, τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν. Ὥσπερ γὰρ σκότος τὰς συμφορὰς ὀνομάζει, οὕτω φῶς τὴν τούτων ἀπαλλαγήν. Αἰτοῦσι δὲ μετὰ τοῦ φωτὸς τὴν ἀλήθειαν· ἅτε δὴ κρῖναι τὸν Θεὸν αὐτοῖς καὶ Βαβυλωνίοις ἐξαι-