Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1177
Not analysed yet
τήσαντες· καὶ σαφῶς εἰδότες, ὡς ἀληθείᾳ καὶ μὴ μακροθυμίᾳ χρώμενος ὁ Θεὸς, ἐκείνων μὲν καταψηφιεῖται, αὐτοὺς δὲ τῆς ἐκείνων δουλείας ἐλευθερώσει. δʹ. «Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἵνα ἔλθω πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὴν εὐφροσύνην τῆς εὐθυμίας μου, καὶ ἐξομολογήσομαί σοι ἐν ψαλτηρίῳ ὁ Θεὸς, ὁ Θεός μου.» Ἱμείρομαι δὲ τῆς ἐπανόδου, φησὶ, τὸ τριπόθητόν σου θυσιαστήριον ἰδεῖν ἐφιέμενος, καὶ δι' ἐκείνου σὲ τὸν Δεσπότην θεάσασθαι, ὃς εὐφροσύνης παντοδαπῆς, καὶ θυμηδίας ἀφορμάς μοι παρέχεις. Ἐκεῖ δὲ μετὰ κιθάρας τὰς συνήθεις ὑμνῳδίας ποιήσομαι· ἐν Βαβυλῶνι γὰρ, «ἐπὶ τῶν ἰτεῶν ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν,» παράβασιν τοῦ νόμου τὴν ἔξω τοῦ σοῦ τόπου λατρείαν ἡγούμενοι. εʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Καὶ ἐντεῦθεν δῆλον, ὡς ἀμφότεροι οἱ ψαλμοὶ μίαν διάνοιαν ἔχουσι. Σφίσι δὲ αὐτοῖς παρεγγυῶσιν οἱ τοῖς λόγοις τοῖσδε χρησάμενοι, τὰς χρηστοτέρας ἔχειν ἐλπίδας, καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος, καὶ προσμεῖναι τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν, ὡς ἀναμφιβόλως δοθησομένην. ΕΡΜΗΝ. ΤΟΥ ΜΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν.» Καὶ οὗτος πραγμάτων ἐσομένων πρόῤῥησιν ἔχων, ἀναμεῖναι τὸ τέλος παρεγγυᾷ. Πρόσκειται δὲ τῇ ἐπιγραφῇ εἰς σύνεσιν, ἵνα συνιέντες ἐκεῖνοι τὰ γεγραμμένα, περὶ ὧν ὁ προφητικὸς προθεσπίζει λόγος, τὴν ἐντεῦθεν ἁρπάσωσιν ὠφέλειαν. Προαγορεύει δὲ ὁ ψαλμὸς τὴν Μακεδονικὴν ὠμότητα, καὶ τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς δυσσεβῆ καὶ θηριώδη γνώμην, καὶ τὴν τῶν Μακκαβαίων ἀνδρείαν τε καὶ εὐσέβειαν. Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισμακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μακεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προμηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνίκησε· καὶ τοὺς τῶν εἰδώλων ἀνασπάσας βωμοὺς, τὸν θεῖον νεὼν ἐξεκάθηρε, καὶ τὴν συνήθη λατρείαν τοῖς ὁμοφύλοις ἀπέδωκεν. Οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ τούτου παῖδες μετὰ τὴν τούτου τελευτὴν, προσευχόμενοι τοὺς πολεμίους ἐτρέποντο, καὶ τῆς θείας ῥοπῆς ἀπολαύοντες ἵστων τὰ τρόπαια. Ἐκ προσώπου τοίνυν αὐτῶν, ἡ προφητικὴ χάρις ὑπηγόρευσε τὸν ψαλμὸν, προδιδάσκουσα οἵοις αὐτοὺς ἐν τοῖς κινδύνοις προσήκει χρήσασθαι λόγοις.