Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1180
Not analysed yet
βʹ. «Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.» Αὐτόπται μὲν ἡμεῖς τῶν σῶν θαυμάτων οὐ γεγενήμεθα, Δέσποτα, παρὰ δὲ τῶν ἡμετέρων μεμαθήκαμεν πατέρων, ὅσα θαύματα κατ' ἐκείνους εἰργάσω τοὺς χρόνους, τὰς πρὸς τοὺς ἡμετέρους προγόνους γεγενημένας ἐπαγγελίας πληρῶν. γʹ, δʹ. «Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· ὅτι εὐδόκησας ἐν αὐτοῖς.» Σὺ, φησὶν, ὦ Δέσποτα, τοὺς Χαναναίους μετὰ τῶν ἄλλων ἐθνῶν ἐντεῦθεν ἐξελάσας, τοὺς ἡμετέρους πατέρας ἀντ' ἐκείνων κατῴκισας. Οὔτε γὰρ ῥώμῃ θαῤῥοῦντες, οὔτε πανοπλίᾳ χρώμενοι, τοσούτων ἀπεφάνθησαν κρείττους, ἀλλ' ὑπὸ τῆς σῆς στρατηγούμενοι χάριτος, τοὺς μὲν κατηκόντισαν, τοὺς δὲ δουλεύειν ἠνάγκασαν, ἐπειδὴ τῆς σῆς αὐτοὺς ἠξίωσας οἰκειότητος. Τοῦτο γὰρ εἶπεν, «Ηὐδόκησας ἐν αὐτοῖς.» Δεξιὰν δὲ καλεῖ τὴν βοήθειαν· φωτισμὸν δὲ προσώπου, τὴν ἐπιφάνειαν. εʹ. «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου, καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.» Ὁ αὐτὸς εἶ, φησὶ, καὶ νῦν, Δέσποτα, ὁμοίως βασιλεύων, ὁμοίως κρατῶν, τὴν αὐτὴν δύναμιν ἔχων, ἀλλοίωσιν οὐδὲ μίαν ἡ σὴ δέχεται φύσις. Ἀρκεῖ σοι καὶ λόγος εἰς σωτηρίαν. Νεῦσον, καὶ ταύτης ὁ λαὸς ἀπολαύσεται. Οὕτως καὶ ὁ Σύμμαχος ἡρμήνευσεν, Ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. ϛʹ. «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως ἔλαβον· ἡμεῖς δὲ κέρας σωτηρίας, καὶ νικηφόρον ὅπλον, τὸ σὸν ἔχομεν ὄνομα, καὶ τούτῳ χρώμενοι τῶν πολεμίων περιεσόμεθα ζʹ, ηʹ. «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς· καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» Οὔτε γὰρ τόξοις, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας. θʹ. «Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.» Ἱκετεύομεν δὲ ἀεὶ τῆς σῆς ἀπολαῦσαι ῥοπῆς, καὶ διηνεκῶς τῶν σῶν εὐεργεσιῶν διεξιέναι τὸ πλῆθος. Τὸ γὰρ ὅλην τὴν ἡμέραν ἀντὶ τοῦ ἀεὶ