Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1181
Not analysed yet
τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· ἀντὶ γὰρ τοῦ ὅλην τὴν ἡμέραν, κατὰ πᾶσαν ἡμέραν τέθεικεν. ιʹ. «Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ταῦτα μὲν οὖν ἐν τοῖς ἄνω χρόνοις γεγένηται παρὰ σοῦ. Ἐπὶ δὲ τοῦ παρόντος ἔρημοι τῆς σῆς ἀπεφάνθημεν προμηθείας, καὶ ἐν αἰσχύνῃ διάγομεν ὑπὸ τῆς σῆς οὐ στρατηγούμενοι χάριτος. Τὸ γὰρ, οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἀντὶ τοῦ οὐ στρατηγεῖς ἡμῶν, καὶ συνήθως παρέχεις τῶν πολεμίων κρατεῖν. ιαʹ. «Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.» Τῆς γὰρ σῆς προνοίας οὐκ ἀπολαύοντες, ἡμεῖς μὲν νῶτα διδόντες ἀποδιδράσκομεν· πορθοῦσι δὲ οἱ πολέμιοι τὰ ἡμέτερα. ιβʹ. «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς.» Δίκην δὲ προβάτων ἐρήμων ποιμένος, ὑπὸ τῶν σῶν δαπανώμεθα πολεμίων· καὶ οἱ τὸν θάνατον διαφυγόντες, τῇδε κἀκεῖσε ἀπεμπολούμενοι, δουλεύειν ἀναγκαζόμεθα. ιγʹ. «Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν.» Τοιαῦτα καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησὶν ὁ Θεός· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου [τῆς μητρὸς ὑμῶν;] ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Καὶ πάλιν, «Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.» Καὶ ὁ θεῖος Ἀπόστολος· «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τῆς ἁμαρτίας.» Κἀνταῦθα τοίνυν οἱ θαυμάσιοι λέγουσιν ἄνδρες, ὅτι οὐδεμίαν τιμὴν παρὰ τῶν πολεμίων λαβὼν ἀπέδου ἡμᾶς, ἀλλὰ τῶν ἁμαρτιῶν ἕνεκα παραδέδωκας. ιδʹ. «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν· μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Γείτονας κύκλῳ κατοικοῦντας τοὺς ἀλλοφύλους καλεῖ, καὶ Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ τοὺς ἄλλους πλησιοχώρους, οἷς ἐπίχαρτοι γεγόνασι πολεμούμενοι.