Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1184
Not analysed yet
ιεʹ. «Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.» Τὰ μεγάλας συμφορὰς καὶ διηγούμενοι καὶ ἀκούοντες, κινεῖν τὰς κεφαλὰς εἰώθαμεν, ὑπ' ἐκπλήξεως τοῦτο δρᾷν βιαζόμενοι. Εἰώθαμεν δὲ καὶ πάθη πάθεσι παραβάλλειν, καὶ λέγειν ὅτι τοιαῦτα ἔπαθεν ὁ δεῖνα, οἷα ὁ δεῖνα. Τοῦτο κἀνταῦθα ὀδύρονται, ὅτι παραβολὴ γεγενήμεθα τοῖς ἀνθρώποις, καὶ κινοῦσιν ἐφ' ἡμῖν τὰς κεφαλάς· οἱ μὲν ἐφηδόμενοι, οἱ δὲ τὴν ὑπερβολὴν τῶν γεγενημένων θαυμάζοντες. ιϛʹ, ιζʹ. «Ὅλην τὴν ἡμέραν ἐντροπή μου κατεναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» Ἐγὼ δὲ τοὺς μὲν πολεμοῦντας, τοὺς δὲ γελῶντας καὶ ἐπιτωθάζοντας βλέπων, αἰσχύνης ἀναπίμπλαμαι, καὶ πᾶσαν ἡμέραν ὀδυνῶμαι. Εἶτα τὴν οἰκεῖαν διεξίασιν ἀρετὴν οἱ τὰς Ἀντιόχου πάγας διαφυγόντες, καὶ τῆς ἀσεβείας τὰς ἄρκυς ὑπερπηδήσαντες. ιηʹ, ιθʹ. «Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν.» Ὑπὸ τοσούτων δὲ περικλυσθέντες δεινῶν, οὐκ ἐδεξάμεθα λήθην τῶν σῶν ἐντολῶν, οὔτε παραβῆναι τὸν σὸν ἐτολμήσαμεν νόμον, οὐδὲ τῆς προτέρας ἐξετράπημεν γνώμης. «Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. [κʹ.] Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.» Τὸ «ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Οὐ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου. Ἵνα δὲ καὶ τῶν Ἐβδομήκοντα τὴν διάνοιαν ἑρμηνεύσωμεν, οὕτω νοήσωμεν· Πολλοῖς ἡμᾶς, φησὶ, καὶ παντοδαποῖς περιέβαλες ἀλγεινοῖς, ἅπερ ἱκανὰ ἦν καὶ ἐκτρέψαι τῆς ὁδοῦ σου· παρέδωκας δὲ καὶ εἰς δουλείαν ἡμᾶς δυσσεβέσιν ἀνθρώποις, ὠμότητι καθ' ἡμῶν κεχρημένοις, καὶ θανατηφόρους ἡμῖν τιμωρίας ἐπάγουσιν. Σκιὰν γὰρ θανάτου τοὺς πρὸς θάνατον ἄγοντας κινδύνους ἐκάλεσεν. καʹ, κβʹ. «Εἰ ἐπελαθόμεθα ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον. Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρό-