Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1185
Not analysed yet
βατα σφαγῆς.» Ταύτην ἐπεδείξαντο τὴν ἀρετὴν οἱ Μακκαβαῖοι, καὶ οἱ περὶ τὸν Ματταθίαν, καὶ οἱ ἑπτὰ νεανίαι σὺν τῇ μητρὶ καὶ Ἐλεαζάρῳ τῷ ἱερεῖ. Οὔτε γὰρ κολακείαις κατεθέλχθησαν, οὔτε τιμωρίαις ἐκάμφθησαν, ἀλλὰ τοῦ ἀληθοῦς Θεοῦ τὸ σέβας ἀνέπαφον διετήρησαν, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ὡς μυσαρὰν ἐβδελύξαντο. Καὶ ταῦτα, φησὶ, σὺ οἶδας, Δέσποτα. Σοὶ γὰρ οὐ μόνα τὰ πράγματα δῆλα, ἀλλὰ καὶ τὰ τῆς ἐννοίας κινήματα. Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Εἰρηκὼς γὰρ, «Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας·» ἐπήγαγεν, «Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν.» Ταύτην δὲ τὴν τῆς ἀντωνυμίας ἐναλλαγὴν καὶ ὁ Ἑβραῖος ἔχει, καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμηνευταί. κγʹ. «Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Ὕπνον τὴν μακροθυμίαν καλεῖ· καθάπερ γὰρ ὁ καθεύδων οὐκ αἰσθάνεται τῶν γιγνομένων, οὕτως ὁ μακροθυμίᾳ χρώμενος, καὶ παροινούμενος, καὶ προπηλακιζόμενος φέρει. Ἀνάστασιν δὲ τὴν ἐπὶ τιμωρίαν κίνησιν ὀνομάζει. Εἶτα τὰ αὐτὰ πάλιν ἑτέρως λέγει. κδʹ. «Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν, καὶ τῆς θλίψεως ἡμῶν.» Παρορᾷς, φησὶ, τὰ καθ' ἡμῶν γινόμενα, Δέσποτα, καὶ ἔοικας ἀποστρεφομένῳ, καὶ οὐ θεωμένῳ, ἀλλ' ἐπιλελησμένῳ, καὶ τούτου χάριν οὐ κηδομένῳ· ἡμεῖς δὲ πτωχεύομεν, τῆς ἐπικουρίας τὸν πλοῦτον οὐκ ἔχοντες. κεʹ. «Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Μέχρι τῆς γῆς αὐτῆς κατεκάμφθημεν, ὡς τὴν γαστέρα ἡμῶν αὐτῇ πελάσαι τῇ γῇ· διὰ δὲ τούτων τὴν πολλὴν σημαίνει ταπείνωσιν, καὶ τῶν πολεμίων τὸ κράτος. κϛʹ. «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Οὗ δὴ χάριν ἀντιβολοῦμέν σε, Δέσποτα, ἐπιφανῆναι, καὶ λῦσαι τὰς συμφορὰς, καὶ κρείττους ἀποφανῆναι τῶν δυσμενῶν. Ταῦτα δὲ ἅπαντα προεῖπεν ἡ τοῦ Πνεύματος χάρις, τοὺς ἐν ἐκείνοις τοῖς δεινοῖς ἐσομένους διδάσκουσα, καὶ γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτῆσαι τὴν τούτων ἀπαλλαγήν. Ὅπερ δὴ καὶ δεδράκασιν οἱ θαυμάσιοι ἄνδρες ἐκεῖνοι. Τοῖς γὰρ λόγοις τὸν Θεὸν ἱλεώσαντο, καὶ ὑπ' αὐτοῦ στρατηγούμενοι τοὺς πολεμίους ἐτρέψαντο, καὶ τὴν προτέραν ἐλευθερίαν ὁμοφύλοις προὐξένησαν.