Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1188
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΜΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.» Τὰ λυπηρὰ προειρηκὼς ὁ προφητικὸς λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὰ θυμήρη λοιπὸν προαγορεύει, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν, καὶ διδάσκων, ὅτι καὶ νικήσουσι, καὶ διαρκέσουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ τεύξονται βοηθείας, ἕως ἂν ἐξ αὐτῶν ὁ ἀγαπητὸς Υἱὸς κατὰ σάρκα βλαστήσῃ, καὶ τὴν καινὴν ἀλλοίωσιν τοῖς ἔθνεσι πραγματεύσηται. Ἀγαπητὸν γὰρ καλεῖ τοῦ Θεοῦ τὸν Υἱόν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἡσαΐας φησίν· «Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι.» Τοῦτο καὶ αὐτὸς ὁ Πατὴρ εἰς τὸν Υἱὸν ἀνεκήρυξεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Οὗτος τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἀλλοίωσιν τοῖς ἔθνεσιν ἐδωρήσατο. Περὶ τούτων δὲ ὁ ψαλμὸς προθεσπίζει, οἷς καὶ παρεγγυᾷ τῶν μὲν πατρῴων ἐπιλαθέσθαι θεῶν, τὸν δὲ ἀληθινὸν ἀληθῶς γεραίρειν Θεόν. Τοὺς δὲ ἀλλοιωθησομένους ὁ μὲν Σύμμαχος ἄνθη κέκληκεν· Ἀκύλας δὲ καὶ ὁ Θεοδοτίων, κρίνα. Ἄνθη δὲ καὶ κρίνα τοῦ ἦρος βλαστοί. Ἔαρ δὲ πνευματικὸν, τοῦ Σωτῆρος ἡ παρουσία· ἐν ᾗ εὐφράνθη, κατὰ τὴν Ἡσαίου προφητείαν, «ἡ πάλαι ἔρημος, καὶ ἤνθησεν ὡς κρίνον.» Περὶ τούτων ἡ παροῦσα προφητεία προαγορεύει, πάντων ὑποδεικνῦσα φυτουργόν τε καὶ γεωργὸν, τὸν ἀλλοιώσαντα καὶ ἀποφήναντα καρποφόρον. βʹ. «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.» Πνευματικοῖς γὰρ ἐντρεφόμενος λόγοις, τοιαύτας ἐρυγὰς ἀναπέμπω, καὶ τοιούτους λόγους προΐεμαι. «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.» Ὃν ἀγαπητὸν ἡ προγραφὴ κέκληκε, βασιλέα καλεῖ τοῦ ψαλμοῦ τὸ προοίμιον· ἔργα δὲ τῆς προφητείας ὁ ἀληθὴς λόγος, ὁ τὰ ἐσόμενα προθεσπίζων. Λέγει τοίνυν, ὅτι περὶ αὐτοῦ τοῦ βασιλέως ποιοῦμαι τοὺς λόγους· καὶ διδάσκων ὡς οὐκ ἀνθρωπίνοις, ἀλλὰ θείοις κέχρηται λόγοις, ἐπήγαγεν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Οὐδὲν, φησὶ, οἰκεῖον φθέγγομαι, οὐδὲ τῆς ἐμῆς διανοίας ὠδῖνας προσφέρω· ἑτέρας δὲ ὑπουργὸς ἐνεργείας ἡ γλῶττα, καὶ αὕτη μὲν μιμεῖται κάλαμον· ἡ δὲ χάρις τοῦ πνεύματος γραμματέα ταχὺν, διὰ ταύτης ἃ βούλεται γράφουσα. Οὕτως ὁ προφήτης τὸν δι' αὐτοῦ φθεγγόμενον ὑποδείξας, ἄρχεται τῆς προῤῥήσεως οὕτως. γʹ. «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο ηὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.» Σὺ, φησὶν, ὃν ὠνόμασα βασιλέα, ὃν διὰ τῆς προγραφῆς ἀγαπητὸν προσηγόρευσα, κάλλει μὲν νικᾷς τῶν ἀνθρώπων τὴν φύσιν, σοφίας δὲ προχέεις διὰ τῆς γλώσσης πηγάς.