Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1189
Not analysed yet
καὶ ταῦτα οὐ πρόσκαιρα, ἀλλ' αἰώνια ἔχεις. Ἰστέον δὲ, ὅτι οὐ τὰ θεῖα, ἀλλὰ τὰ ἀνθρώπεια τοῦ Δεσπότου Χριστοῦ ὁ προφητικὸς παρεδήλωσε λόγος· οὐ γὰρ ἂν ἀνθρώποις τὸν Θεὸν λόγον ἀπείκασεν, οὐδ' ἂν τοῦτον ἔφη παρὰ Θεοῦ δεδέχθαι τὴν εὐλογίαν. Οὗτος γὰρ ἄβυσσος ἀγαθῶν εὐλογίαν τοῖς πιστοῖς ἀναβλύζουσα. Τὰ ἀνθρώπεια τοίνυν διὰ τῶνδε τῶν λόγων τοῦ Δεσπότου Χριστοῦ προεθέσπισε. Μηδεὶς δὲ ἀντικρὺς ἐναντία τοὺς προφήτας ἀλλήλοις εἰρηκέναι λεγέτω, Ἡσαίου ἀκούων βοῶντος· «Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προαναφωνεῖ, ἃ παροινίας καὶ ὕβρεώς ἐστι μεστά. Διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη,» καὶ τὰ ἄλλα ἑξῆς, τὰ τὸ πάθος μηνύοντα. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τῆς ἀρετῆς καὶ πάσης δικαιοσύνης, τὸ ἁμαρτίας οὐ δεξάμενον σπῖλον, τὸ πάσης κηλίδος ἐλεύθερον. εʹ. «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε.» Τὴν ὥραν διαγράψας καὶ τὴν σοφίαν, ὑποδείκνυσι καὶ τὴν δύναμιν καὶ τὴν πανοπλίαν, ᾗ χρησάμενος τοὺς ἐναντίους κατέλυσε. Καὶ τὸ πάντων ἡμᾶς παραδοξότατον πρᾶγμα διδάσκει. Αὐτὴν γὰρ αὐτοῦ τὴν ὥραν, καὶ πανοπλίαν λέγει, καὶ δύναμιν. «Περίζωσαι» γὰρ, «φησὶ, τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου.» Καὶ εἰρηκὼς, «Ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε,» εὐθὺς ἐπήγαγεν· «Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης.» Σαφῶς διὰ τούτων διδάσκων, ὡς ἡ ἀλήθεια, καὶ ἡ πραότης, καὶ ἡ δικαιοσύνη, καὶ κάλλος αὐτοῦ καὶ δύναμις καὶ πανοπλία ἐστὶ, καὶ νίκη. Ἔστι δὲ ἀκοῦσαι αὐτοῦ τοῦ Κυρίου λέγοντος, «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή.» Καὶ πρὸς τὸν θεσπέσιον Ἰωάννην· «Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Καὶ διὰ τούτων τοῦ ἀλάστορος τὴν τυραννίδα κατέλυσε, καὶ τὸν θάνατον ἔλυσε, καὶ τοῖς πεπιστευκόσι παρέσχε τὴν σωτηρίαν. «Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκολούθως καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ, τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν.