Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1192
Not analysed yet
ϛʹ. «Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.» Μεθυπέρβατά ἐστι τὰ ῥήματα· λέγει δὲ, ὅτι τοῖς ὀξέσι βέλεσι κατὰ τῶν πολεμίων χρώμενος, ἐκείνους μὲν εὐθυβόλως βαλεῖς, καὶ τὰς καρδίας αὐτῶν κατατρώσεις. Τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους λαοὺς τὴν σὴν διδάξεις προσκύνησιν. Τὰ βέλη σου γὰρ ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τούτων δὲ τρωθέντων, λαοὶ ὑποκάτω σου πεσοῦνται, προσφέροντές σοι τὴν ὀφειλομένην προσκύνησιν. Διὰ τούτων τὰ κατὰ τὴν ἐνανθρώπησιν γεγενημένα προαγορεύσας ὁ προφητικὸς λόγος, αὐτοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου μετὰ ταῦτα διδάσκει τὴν φύσιν. ζʹ. «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Ἐπειδὴ ταπεινότερα τῆς θείας ἦν ἀξίας τὰ ἄνω εἰρημένα, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ διὰ τοῦτο ηὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Εἰκότως διὰ τούτων διδάσκει, ὅτι καὶ Θεός ἐστιν, καὶ αἰώνιος Βασιλεὺς, καὶ οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος. Τοῦτο δηλοῖ τὸ αἰώνιον. Διὸ δὴ καὶ ὁ Σύμμαχος αἰώνιον αὐτὸν προσηγόρευσεν, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος. Διδάσκει δὲ καὶ τῆς βασιλείας τὸ δίκαιον. «Ῥάβδος γὰρ εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου.» Εἶτα πάλιν ἐπὶ τὰ ἀνθρώπεια καταβαίνει. ηʹ. «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου.» Ἢ κατὰ τὸν Σύμμαχον, παρὰ τοὺς ἑταίρους σου. Μέτοχοι δὲ αὐτοῦ εἰσὶ, καὶ ἑταῖροι, καὶ ἀδελφοὶ, κατὰ τὴν ἀνθρωπότητα, οἱ πιστεύσαντες. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει, «Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀπαρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Καὶ πάλιν, «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Οὕτω καὶ τῷ παναγίῳ κέχρισται Πνεύματι, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ὁμοούσιον ἔχει τὸ Πνεῦμα· ὡς δὲ ἄνθρωπος, οἷόν τι χρίσμα λαμβάνει τοῦ Πνεύματος τὰ χαρίσματα. Οὕτω καὶ ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Γνωμικῆς γὰρ ταῦτα αἱρέσεως, οὐ φυσικῆς δυνάμεως· ὡς δὲ Θεὸς, ῥάβδον εὐθύτητος ἔχει τὴν ῥάβδον τῆς βασιλείας. θʹ, ιʹ. «Σμύρνα, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τιμῇ σου.» Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, Ἀκύλας καὶ Σύμμαχος, ἀπὸ ναῶν ἐλεφαντίνων εἰρήκασιν. Ἱμά-