Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1193
Not analysed yet
τιον δὲ αὐτοῦ τὸ σῶμα καλεῖ, ὥσπερ καὶ ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ καταπέτασμα τοῦτο προσαγορεύει. «Ἔχοντες γὰρ, φησὶ, παῤῥησίαν, ἀδελφοὶ, εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος αὐτοῦ, τουτέστι, τῆς σαρκὸς αὑτοῦ.» Σμύρναν δὲ καλεῖ τὸ πάθος· νεκροῖς γὰρ αὕτη διαφερόντως προσφέρεται· στακτὴν δὲ καὶ κασσίαν, τὴν ἀπὸ τοῦ πάθους εὐωδίαν. Βάρεις ἐλεφαντίνας, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Ἀκύλαν, ναοὺς ἐλεφαντίνους, τὰς περικαλλεῖς καὶ λαμπρὰς ἐκκλησίας, ἃς ἄρχοντες καὶ βασιλεῖς πανταχοῦ γῆς καὶ θαλάσσης ἐδείμαντο. Προλέγει τοίνυν, ὅτι τὸ μὲν πάθος κατὰ τὸ σῶμα γενήσεται, εὐωδίας δὲ πᾶσαν τὴν οἰκουμένην ἐμπλήσει, ὡς τοὺς πάλαι πλανωμένους λαοὺς, ἐγεῖραι αὐτῷ εἰς κάλλος ἐξησκημένους ναοὺς, καὶ βασιλικῷ διαλάμποντας κόσμῳ. Τῶν δὲ ἐκκλησιῶν τὴν πρόῤῥησιν ποιησάμενος, αἳ παστάδων καὶ νυμφώνων ἐπέχουσι τάξιν, εἰκότως καὶ τῆς νύμφης προαγορεύει τὸν κόσμον, καὶ τὴν ὥραν, καὶ τὸ γένος, καὶ τὴν ἁρμόττουσαν αὐτῇ προσφέρει παραίνεσιν. «Παρέστη βασίλισσα ἐκ δεξιῶν σου, ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Διὰ τούτων καὶ τοῦ κόσμου τὴν πολυτέλειαν καὶ τὴν ἄκραν αὐτῆς ὑποδείξας τιμὴν, τῷ τε βασιλίδα καλέσαι, καὶ τῷ στῆναι τοῦ τοσούτου βασιλέως ἐκ δεξιῶν, εἰσηγεῖται καὶ παραινεῖ τὰ συμφέροντα. ιαʹ. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Ταῦτα δὲ οὐδαμῶς Ἰουδαίοις ἁρμόττει ἐπ' εὐσεβείᾳ προγόνων σεμνυνομένοις, δι' οὓς καὶ ἐπὶ πλεῖστον τῆς θείας κηδεμονίας ἀπέλαυσαν. Ἰουδαίοις γὰρ τῇ τῶν πατέρων ἀκολουθεῖν εὐσεβείᾳ κελεύει, οὐκ ἐπιλανθάνεσθαι τῶν πατέρων παρεγγυᾷ· ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία, πατέρας ἔσχε καὶ προγόνους εἰδώλοις δεδουλευκότας. Ταύτην τοιγαροῦν συμβουλεύει μηδὲν τῶν πατρῴων ἐθῶν ἐν τῇ μνήμῃ καταλιπεῖν· καὶ θυγατέρα δὲ αὐτὴν ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν πνευματικὴν ἀναγέννησιν δεξαμένην. Ὑπισχνεῖται δὲ αὐτῇ φυλαττούσῃ τὰς ὑποθήκας τοῦ βασιλέως τὸν ἔρωτα. ιβʹ. «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Εἶτα καὶ τὴν αὐτῆς φύσιν, καὶ τὴν τοῦ βασιλέως ἀξίαν διδάσκει. «Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. [ιγʹ] Καὶ θυγάτηρ Τύρου ἐν δώροις.» Οἱ