Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1196
Not analysed yet
μὲν οὖν ἄλλοι τρεῖς ἑρμηνευταὶ αὐτὴν ἐκέλευσαν ποιήσασθαι τὴν προσκύνησιν. Καὶ ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Καὶ προσκύνησον αὐτῷ. Ὁ δὲ Σύμμαχος· Αὐτὸς γὰρ Κύριός σου, καὶ προσκύνει αὐτόν. Οἱ δὲ Ἑβδομήκοντα τὴν βασιλίδα διδάσκουσιν, ὅτι οὐκ αὐτῆς ἐστι μόνος Κύριος ὁ νυμφίος, ἀλλὰ καὶ τῶν ἔτι ἀντιλέγειν τολμώντων· ὡς καὶ τῆς Τύρου τὰς θυγατέρας δῶρα προσοῖσαι, καὶ τὴν δουλείαν δηλῶσαι. Διὰ τούτων δὲ πᾶσαν ᾐνίξατο τὴν ἀσέβειαν. Σύνηθες γὰρ τῇ Γραφῇ τὸ πᾶν ἀπὸ μέρους δηλοῦν. Οὕτως ἀλλαχοῦ διὰ τοῦ Λιβάνου πᾶσαν τῆς δεισιδαιμονίας τὴν παῦλαν προαγορεύει. Ὁ γὰρ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν δὲ τοῖς ἑξῆς καὶ πλειόνων μέμνηται· «Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ αὐτοῦ» Πρόσωπον δὲ τῆς Ἐκκλησίας κυρίως μὲν αὐτὸς ὁ Δεσπότης· κεφαλὴ γάρ ἐστι τοῦ σώματος· «Αὐτὸν γὰρ, φησὶν, ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ.» Ἔπειτα δὲ καὶ τὸ ἱερατικὸν τάγμα οἷόν τι πρόσωπον ὑπάρχει τῆς Ἐκκλησίας, ἅτε δὴ πλείονα πνευματικὴν περιβεβλημένον ἀξίαν. Ἔστι δὲ ἰδεῖν καὶ τήνδε τὴν προφητείαν δεξαμένην τὸ πέρας· οἱ γὰρ πλούτῳ κομῶντες, καὶ τῶν μεγίστων ἀξιωμάτων τὴν περιφάνειαν ἔχοντες, τὸ καλούμενον τῆς Ἐκκλησίας γεραίρουσι πρόσωπον. Ἐπειδὰν δὲ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλῆσθαι ἔφη τὴν βασιλίδα· εὐτέλεια δὲ περιβολαίων κοσμεῖ τοὺς τῆς ἀρετῆς ἀθλητάς· διὸ δὴ καὶ τοιούτοις κεχρημένοι διατελοῦσιν, ἑρμηνεύει τοῦ κόσμου τὴν πολυτέλειαν. ιδʹ, ιεʹ. «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς. Περιβεβλημένη, πεποικιλμένη.» Ἔνδοθεν ἔχει, φησὶ, τῆς ἀρετῆς τὴν εὐπρέπειαν, καὶ τοῖς παντοδαποῖς τοῦ ἁγίου Πνεύματος διαλάμπει χαρίσμασιν. Ἐπειδὴ γὰρ διάφοροι τοῦ θείου Πνεύματος αἱ ἐνέργειαι· διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωσσῶν· ἐκ πολλῶν δὲ πνευματικῶν ἀνθρώπων δεξαμένων διάφορα χαρίσματα ἡ Ἐκκλησία συνέστηκεν· εἰκότως κροσσοῖς ἀπείκασε χρυσοῖς τὴν τῶν χαρισμάτων διαίρεσιν. Διῄρηνται γὰρ ἀπ' ἀλλήλων οἱ κροσσοὶ, καὶ πάλιν ἥνωνται ὡς τῆς αὐτῆς ἐξηρτημένοι στολῆς.