Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1197
Not analysed yet
«Ἀπενεχθήσονται παρθένοι τῷ βασιλεῖ ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. [ιϛʹ.] Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.» Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρθένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν. Λέγει δὲ ὅμως καὶ ταύτας ἀκολούθους εἶναι τῆς βασιλίδος, καὶ εἰς τὸν βασιλικὸν σὺν αὐτῇ εἰσιέναι νεών. Ταύτην ἡμᾶς τὴν διαφορὰν ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε, φήσας· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου.» Συνῳδὰ καὶ ὁ μακάριος ἔφη Παῦλος, «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.» ιζʹ. «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰπάτωσαν Ἰουδαῖοι, τίνας ἔσχον υἱοὺς πάσης ἄρξαντας τῆς οἰκουμένης; Ἀλλ' οὐκ ἂν δείξαντο· οὔτε γὰρ ἦρξαν, οὔτε ἄρχουσιν, ἀλλὰ τὴν ἐσχάτην δουλείαν δουλεύουσιν, οἱ δὲ θεῖοι ἀπόστολοι, πατέρας ἐσχηκότες τοὺς πατριάρχας, γῆς καὶ θαλάττης καὶ μετὰ θάνατον ἄρχουσιν οἷόν τινες ὕπαρχοι, καὶ στρατηγοὶ, καταστάντες ὑπὸ τοῦ παμβασιλέως Χριστοῦ. Καὶ οἱ μετ' ἐκείνους δὲ, οὓς οὐκ ἄν τις ἁμάρτοι καλέσας τῆς Ἐκκλησίας υἱοὺς, οἱ νικηφόροι φημὶ μάρτυρες τὴν αὐτὴν ἐτάχθησαν διέπειν ἀρχὴν, καὶ πάντας ἔχουσι νῦν ὑπηκόους· τοὺς μὲν πόθῳ τοῦτο ποιεῖν αἱρουμένους, τοὺς δὲ τῷ φόβῳ βιαζομένους. ιηʹ, ιθʹ. «Μνησθήσομαι ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ταῦτα προθεσπίσας ὁ Ψαλμῳδὸς, ἐν ἑκάστῃ γενεᾷ διὰ τῶν κατὰ καιρὸν εὐσεβῶν τὸ ὄνομα τὸ θεῖον ἀνυμνεῖν ὑπισχνεῖται. Οὕτω γὰρ καὶ οἱ τρεῖς ἐξέδωκαν· «Ἀνυμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεὰν, διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς.» Τῇ γὰρ ὑπ' ἐμοῦ συγγραφείσῃ χρώμενοι μελῳδίᾳ πάντες οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, καὶ διὰ ταύτης τὴν παρασχεθεῖσαν αὐτοῖς σωτηρίαν ἄνωθεν προῤῥηθεῖσαν μανθάνοντες, σὲ τὸν εὐεργέτην καὶ χορηγὸν τῶν ἀγαθῶν ἀνυμνοῦντες διατελέσουσι.