Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1200
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΜΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων.» Τὰ μετὰ πολλὴν χρόνου περίοδον ἔνθεν ἐσόμενα προαγορεύων προφητικὸς λόγος, πάλιν εἰς τὸ τέλος ἐπέγραψε τὸν ψαλμὸν, ἀναμεῖναι τῆς προφητείας τὸ τέλος παρεγγυῶν. Προλέγει δὲ τὰς κατὰ τῆς Ἐκκλησίας γεγενημένας ἐπαναστάσεις, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν οὐρανόθεν βοήθειαν, καὶ τὴν νῦν πολιτευομένην εἰρήνην. Ἰστέον μέντοι, ὥς τινες εἰς τὸν Γὼγ καὶ Μαγὼγ ὑπέλαβον εἰρῆσθαι τὸν προκείμενον ψαλμόν· τινὲς δὲ εἰς τὸν Ἄχαζ, καὶ τὸν Φακεέ· ἄλλοι δὲ εἰς τὸν Ἐζεκίαν, καὶ τὸν Ἀσσύριον. Δείξει δὲ σὺν Θεῷ φάναι ἡ κατὰ μέρος ἑρμηνεία, ὡς οὐδενὶ τῶν εἰρημένων ἁρμόττει ἡ τοῦ ψαλμοῦ διάνοια. βʹ. «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.» Προθεσπίσας ὁ προτεταγμένος ψαλμὸς περὶ τῆς ἐκ δυσσεβῶν ἐθνῶν συλλεγείσης Ἐκκλησίας, καὶ βασιλίδος γεγενημένης, καὶ δείξας τοὺς υἱοὺς αὐτῇ· ἄρχοντας πάσης ἀποφανθέντας τῆς γῆς, ὑποδείκνυσιν ἐνταῦθα τοὺς γεγενημένους θορύβους ἐν ἀρχῇ τοῦ κηρύγματος, τῶν ἀντιλεγόντων ἐπανισταμένων, καὶ τοῖς πιστεύουσι πολεμούντων. Εἶτα προδιαγράφει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων. Περίβολον γὰρ, φησὶν, ὀχυρὸν ἔχοντες τὸν τῶν ὅλων Θεὸν, τῶν παντοδαπῶν οὐκ αἰσθανόμεθα θλίψεων. γʹ. «Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.» Τοιαῦτά τινα καὶ ὁ θεῖος προηγόρευσεν Ἡσαΐας· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ φάραγγα μὲν καλεῖ τὰ κοῖλα καὶ ταπεινὰ ἔθνη, τὰ τοῦ ὕψους ἐστερημένα· ἃ τῷ διδασκαλικῷ πληρωθήσεσθαι προεθέσπισε λόγῳ. Ὄρη δὲ καὶ βουνοὺς ὠνόμασε τὰ τῶν δαιμόνων τεμένη· καὶ τὰς παντοδαπὰς ἐκείνων καὶ ἀπατηλὰς ἐνεργείας ταπεινωθήσεσθαι, καὶ ἀφανεῖς ἔσεσθαι παντελῶς προηγόρευσε. Τοιγάρτοι κἀνταῦθα ὁ προφητικὸς δείκνυσι λόγος τοὺς τῷ Σωτῆρι πεπιστευκότας βοῶντας, ὡς Οὐδεμίαν δέους ἐν τῇ ψυχῇ δεξόμεθα ζάλην, τὴν γῆν ὁρῶντες ταραττομένην, καὶ τοὺς ἐξελαυνομένους εἰς τὴν ἄβυσσον δαίμονας, κυκᾷν πειρωμένους τοὺς ὑπ' αὐτῶν ἐνεργουμένους ἀνθρώπους. Προλέγει