Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1201
Not analysed yet
δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κράτος. δʹ. «Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.» Διδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὅπως τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβου αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ Δημήτριος πᾶσαν τὴν πόλιν ἐκύκησεν· καὶ ἐν Λύστροις καὶ Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται· καὶ πάλιν ἐν Φιλιππησίοις, καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα. Ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων, «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.» Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀββακούμ· «Ἐπεβίβασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.» Ἵππους δὴ προσηγόρευσεν ὡς ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους. Ἐπ' αὐτῶν γὰρ ἐποχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα, οἷά τινα ὕδατα διεσκέδασε. Λέγει τοίνυν κἀνταῦθα ὁ προφητικὸς λόγος, ὡς καὶ τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνους ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στίφος, διὰ τὸν τῆς ἀλαζονείας ὄγκον, καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τὰς τῶν ἀνθρώπων γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. εʹ. «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ποταμὸν δὲ ἐνταῦθα τὸ εὐαγγελικὸν προσηγόρευσε κήρυγμα· πόλιν δὲ, τῶν εὐσεβῶν πολίτευμα, τὸ τοῖς τοῦ ποταμοῦ ῥεύμασιν εἰς καρπογονίαν ἀρδόμενον. Τοῦτο σαφέστερον οἱ τρεῖς ἡρμηνεύκασιν· Τοῦ ποταμοῦ αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καθάπερ γὰρ ἡ τοῦ παραδείσου πηγὴ εἰς τέσσαρας ποταμοὺς διῃρέθη· οὕτως οὗτος ὁ τοῦ Θεοῦ ποταμὸς μυρίας ἔσχε