Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1204
Not analysed yet
καὶ ἀριθμοῦ κρείττους διώρυγας, εἰς πάντα τῶν ἀνθρώπων τὰ φῦλα διαδραμούσας. Ὁ μὲν γὰρ ἔδραμε πρὸς Ἰνδοὺς, ὁ δὲ πρὸς Ἱσπανούς· καὶ ὁ μὲν τὴν Αἴγυπτον, ὁ δὲ τὴν Ἑλλάδα κατέλαβε· καὶ ἕτεροι μὲν τὴν Ἰουδαίαν ἐπιστεύθησαν ἄρδειν, ἕτεροι δὲ Συρίαν καὶ Κιλικίαν, ἄλλοι δὲ ἄλλων ἐθνῶν τὴν γεωργίαν ἐνεχειρίσθησαν. Καὶ τοῦτο δέ γε ὁ μακάριος προεθέσπισεν Ἀββακούμ· «Ποταμῶν γὰρ, φησὶ, ῥαγήσεται γῆ,» ἀντὶ τοῦ, διανεμηθήσεται κατὰ διωρυγὰς ἡ γῆ, τοῦ μεγάλου ποταμοῦ δεχομένη τὰ ῥεῖθρα. Τὰς γὰρ τούτου διαιρέσεις ὠνόμασε ποταμούς. «Ἡγίασε τὸ σκήνωμα αὑτοῦ ὁ Ὕψιστος.» Ἣν ἐκάλεσε πόλιν, ταύτην ὠνόμασε σκήνωμα. «Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ.» Τοὺς αὐτοὺς τοίνυν ἔφη καὶ ἄρδεσθαι καὶ ἁγιάζεσθαι ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ. ϛʹ. «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται.» Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὑπέσχετο· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ, «Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» —»Βοηθήσει αὐτῷ ὁ Θεὸς τὸ πρωῒ πρωΐ.» Ταχεῖαν, φησὶ, καὶ ὀξεῖαν τῇ ἑαυτοῦ πόλει παρέξει βοήθειαν τῶν ὅλων ὁ Κύριος. Πρωῒ γὰρ πρωῒ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσεν. ζʹ. «Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ.» Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα ἔδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασιλεῖαι, ὑπέκλινον τὸν αὐχένα, καὶ τὸν σωτήριον ζυγὸν ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐτῶν ἐνέπλησε τὰς ψυχάς. ηʹ. «Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Κρείττους τοίνυν τῶν πολεμούντων ἀπεφάνθημεν, ἐπίκουρον ἐσχηκότες τὸν τῶν ἐπουρανίων δυνάμεων Κύριον· ὃς τὸν Ἰακὼβ διωκόμενον ἀμείνω τῶν πολεμούντων ἀπέφηνε, καὶ τῆς Ἡσαῦ καὶ τοῦ Λάβαν ἐπιβουλῆς ἠλευθέρωσε. Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ὁ προφητικὸς ἐποιήσατο λόγος, ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν. «Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προς-