Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1205
Not analysed yet
δοκία ἐθνῶν.» Τῶν ἐθνῶν δὲ κἀνταῦθα τὴν μεταβολὴν προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ τοῦ ταῦτα προειρηκότος Θεὸν ταῦτα ἔφη κατωρθωκέναι. θʹ—ιαʹ. «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάζετε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Ταύτην μου τοίνυν ὁρῶντες, ὦ ἄνθρωποι, τὴν ἰσχὺν, καὶ θεώμενοι τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολὴν, καὶ τὴν ἀπὸ ζάλης μεγίστης γεγενημένην γαλήνην, καὶ τοῦ πολέμου τὴν παῦλαν, καὶ τῆς εἰρήνης τὸ δῶρον, δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ἐγὼ τῶν ὅλων εἰμὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ γὰρ καὶ πᾶσιν ἔθνεσι, τὸ τῆς δυνάμεως ὕψος ἐπιδεικνύς. Τούτων ὁ ἀποστολικὸς χορὸς ἐπακούσας τῶν λόγων παιανίζων κατὰ τῶν ἀντιπάλων βοᾶ ιβʹ. «Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ' ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Εἰπάτωσαν τοίνυν οἱ τὸν ψαλμὸν εἰς τὸν Γὼγ εἰληφότες, ἢ οἱ τῷ Ἄχαζ τοῦτον ἁρμόττειν εἰρηκότες, πῶς ἐκείναις ἁρμόττει ταῖς ἱστορίαις τὸ, «Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς.» Οὐ γὰρ δὴ ἐπ' ἐκείνων πάντας ἔπαυσε τοὺς πολέμους, ἀλλ' ἐπὶ μὲν τοῦ Γὼγ καὶ Μαγὼγ ἡ Παλαιστίνη μόνη εἰρήνης ἀπήλαυσεν. Ἐπὶ δὲ τοῦ Ἄχαζ οὐδὲ πᾶσα ἡ Παλαιστίνη, ἀλλ' Ἰούδα μία φυλή· Φακεὲ γὰρ ὁ τοῦ Ῥωμελίου τὴν τῶν Ἀσσυρίων ἐδέξατο προσβολήν. Ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ ἔσχε τὸ πέρας ἡ προφητεία. Πρῶτον μὲν γὰρ αἱ τοπαρχίαι καὶ αἱ μερικαὶ κατελύθησαν βασιλεῖαι· δι' ἃς οὐδὲ βραχείας εἰρήνης ἀπήλαυσαν ἄνθρωποι, ἀλλὰ πᾶσα πόλις ἔνοπλος ἦν, τὰς ἐξαπιναίως γινομένας ἐφόδους δειμαίνουσαι. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἡ Ῥωμαίων βασιλεία, τὰς μερικὰς καταλύσασα βασιλείας, τὰς τῶν ἁπάντων ἀνθρώπων ἀκοὰς ηὐτρέπισε τοῖς κηρύττουσιν. Ἀδεῶς γὰρ ὡς ἐν μιᾷ βασιλείᾳ διέδραμον, καὶ τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν. Κατὰ μὲν τὴν ἱστορίαν οὕτω συμβέβηκε τὸ, «Ἀνταναιρῶν πολεμίους μέχρι τῶν περάτων τῆς γῆς, καὶ τόξον συντρίψει, καὶ συνθλάσει ὅπλα, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.» Τροπικώτερον δὲ εἴ τις ἐθέλοι νοῆσαι, ὄψεται τοῦ κατὰ τῆς Ἐκκλησίας πολέμου τὴν παῦλαν, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς θεόθεν εἰρήνην, καὶ θεωρήσει τὴν τῆς προφητείας ἀλήθειαν. ΕΡΜΗΝ. ΤΟΥ Μϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ὑπὲρ τῶν υἱῶν Κορέ.» Καὶ