Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1208
Not analysed yet
οὗτος ὁ ψαλμὸς τῶν ἐθνῶν ἁπάντων προλέγει τὴν σωτηρίαν, καὶ τὴν κατὰ τῶν πολεμίων νίκην προαγορεύει. βʹ, γʹ. «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Ὁ μὲν προφητικὸς ταῦτα προηγόρευσε λόγος· τὸν δὲ ἀποστολικὸν ὑποδείκνυσι χορὸν, ἅπαντα τὰ ἔθνη εἰς ὑμνῳδίαν προτρέποντα. Νίκης δὲ ἴδιος ὁ κρότος· καὶ ὁ ἀλαλαγμὸς νικώντων φωνή. Ἕπεται τοίνυν τῷ προτεταγμένῳ τοῦδε τοῦ Ψαλμοῦ ἡ διάνοια. Καὶ γὰρ ἐκεῖνος, μετὰ τὴν ζάλην καὶ τοὺς θορύβους, τὴν μηνυομένην προηγόρευσε νίκην. Καὶ οὗτος ὡσαύτως τοῖς τετυχηκόσι τῆς νίκης παρεγγυᾷ τῷ χορηγῷ τῆς νίκης τὸν ὕμνον προσενεγκεῖν· Ὕψιστος γὰρ, φησὶ, καὶ φοβερὸς βασιλεὺς πᾶσιν ὑμῖν ἀπεδείχθη. Καὶ ταῦτα μὲν πάλαι γνώριμα μόνοις ἦν Ἰουδαίοις· ἐπὶ δὲ τοῦ παρόντος, καὶ πάσῃ τῇ φύσει τῶν ἀνθρώπων δεδήλωται. δʹ, εʹ. «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν.» Ἀντὶ τῶν λαῶν, βασιλεῖς ὁ Σύμμαχος εἴρηκεν, ἀντὶ δὲ τῆς καλλονῆς Ἰακὼβ, ὁ Ἀκύλας τὸ ὑπερήφανον Ἰακώβ. Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασιλεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι· καὶ πρὸς τούτοις, τὴν καλλονὴν καὶ τὸ ὑπερφερὲς Ἰακὼβ ἐγχειρίσαντι. Οὐ γὰρ πάντα τὸν Ἰουδαϊκὸν τὸν καλούμενον Ἰακὼβ, ἀλλὰ τὴν καλλονὴν Ἰακὼβ καὶ τὸ ὑπερφερὲς, τὸ ἐξαίρετον τοῦ Ἰακὼβ, τοὺς τῇ πίστει κεκοσμημένους, τοὺς ἀναμφιβόλως τὸ κήρυγμα δεξαμένους, τοὺς τὸν χρηστὸν τοῦ Σωτῆρος ὑπελθόντας ζυγόν. Τούτους γὰρ καὶ ἐξελέξατο, καὶ ἠγάπησε, καὶ τοὺς ἀποστολικοὺς ἐνεπίστευσεν οἴακας. Δυνατὸν δὲ καὶ τοῖς ὀφθαλμοῖς θεάσασθαι τὴν τῆς προφητείας ἀλήθειαν. Ἔστι γὰρ ἰδεῖν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν πεπιστευκότας, τῶν ἀποστολικῶν προκαλινδουμένους θηκῶν, καὶ τὴν ὀλίγην κόνιν μετὰ πολλοῦ τοῦ πόθου γεραίροντας, ὥστε κατ' αὐτὸν καὶ βλέπειν, καὶ ψάλλειν τὸ, «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» ϛʹ. «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὁ δὲ ταῦτα, φησὶν, ἅπαντα κατορθώσας Δεσπότης, πρότερον μὲν ἐνηνθρώπησε, καὶ τὴν τοῦ ἀλάστορος κατέλυσε τυραννίδα, ἔπειτα εἰς οὐρανοὺς ἀνελήλυθε τῶν ἐπουρανίων ἡγουμένων δυνάμεων, καὶ χορῶν ἀγγελικῶν, τῶν μὲν κάτω