Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1209
Not analysed yet
βοώντων, «Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν·» τῶν δὲ ἄνω παρεγγυώντων, «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Τὰς γὰρ τοιαύτας φωνὰς ἀλαλαγμὸν ὠνόμασε καὶ σαλπίγγων φωνὴν, ὡς εἰς ἅπασαν διαδραμούσας τὴν γῆν. ζʹ—θ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ.» Ὑμνῳδίαις τοίνυν, καὶ πνευματικαῖς χορείαις, τὸν παμβασιλέα τῶν ὅλων γεραίρετε· ἅπασι γὰρ ἀνθρώποις τὴν οἰκείαν ἔδειξε βασιλείαν, καὶ τὰ ἔθνη πέπεικεν ἅπαντα, ὡς αὐτός ἐστι Θεός τε καὶ Κύριος, τοῖς βασιλικοῖς ἐγκαθήμενος θώκοις. Τὸ δὲ, «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ,» τῷ ἀποστολικῷ συνᾴδει ῥητῷ· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοῖς κεκληρονόμηκεν ὄνομα.» Καλῶς δὲ καὶ τὸ «Ψάλατε συνετῶς» τέθεικε διδάσκων μὴ μόνῃ τῇ γλώττῃ προφέρειν τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τὴν διάνοιαν εἰς κατανόησιν τῶν λεγομένων ἐγείρειν. ιʹ. «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.» Πέρας, φησὶν, αἱ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἔλαβον ὑποσχέσεις. Ὑπέσχετο δὲ τῶν ὅλων ὁ Κύριος, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Τοιγάρτοι καὶ ταῦτα, καὶ οἱ τούτων ἄρχοντες, τοὺς πατρῴους καταλιπόντες Θεοὺς, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ συναθροίζονται, καὶ τοῦτον οἰκεῖον Θεὸν ὀνομάζουσιν. Ὑπουργοὶ δὲ τῆς τούτων κλήσεως οἱ θεῖοι ἀπόστολοι, τῇ θαυματουργίᾳ τὸ τῆς θεολογίας βεβαιώσαντες ὕψος. Τούτους γὰρ οἱ μὲν Ἑβδομήκοντα κραταιοὺς, ὁ δὲ Ἀκύλας θυρεοὺς, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ὑπερασπισμοὺς προσηγόρευσαν. Διὰ πάντων δὲ οὐ μόνον αὐτῶν τὸ ἄναρχον καὶ ἀήττητον, ἀλλὰ καὶ τὸ τῶν ἄλλων δηλοῦται φυλακτικόν. Οἷον γάρ τινες θυρεοὶ καὶ πρόμαχοι τῶν πεπιστευκότων γενόμενοι, οὐκ εἴασαν ἐν τῇ τῶν δεινῶν προσβολῇ ῥαγῆναι τὴν φάλαγγα· ἀλλὰ τοὺς πολεμίους τρεψάμενοι, παιανίζειν τοῖς ὁμοπίστοις παρεγγυῶσι φάσκοντες, «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.»