Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1212
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΜΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς ᾠδῆς, τοῖς υἱοῖς Κορέ. Δευτέρᾳ Σαββάτου.» Καὶ οὗτος ὁ ψαλμὸς ὡσαύτως τὴν αὐτὴν νίκην προαγορεύει, καὶ τῆς τοῦ Θεοῦ πόλεως τὴν ἰσχύν. βʹ. «Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὑτοῦ.» Καὶ ἤδη προειρήκαμεν, ὡς πόλιν πολλάκις ἡ θεία Γραφὴ οὐ τὴν οἰκοδομίαν, ἀλλὰ τὴν πολιτείαν καλεῖ· τοιγάρτοι καὶ νῦν μέγαν ἀποδεδεῖχθαι λέγει τῶν ὅλων τὸν Κύριον, διὰ τῶν ὑπ' αὐτοῦ περὶ τὴν αὐτοῦ πόλιν γεγενημένων· ἣν ἐπίσημον ἀπέφηνε τῶν δογμάτων τὸ ὕψος, ὡς ἐπ' ὄρους ὑψηλοῦ καὶ μεγίστου κειμένην. «Οὐ δύναται γὰρ, φησὶν ὁ Δεσπότης, κρυβῆναι πόλις ἐπάνω ὄρους κειμένη.» γʹ. «Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.» Ταύτην δὲ, φησὶν, ἐπ' εὐφροσύνῃ πάσης τῆς γῆς, εὖ καὶ καλῶς καὶ παγίως ἐδείματο. ᾨκοδόμησε γὰρ αὐτὴν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρὸς τὸν μακάριον ἔφη Πέτρον· «Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Τὸ οὖν εὐριζῶν, ἀντὶ τοῦ παγίως θεμελιῶν· ὥστε αὐτὴν ἀτρεμῆ καὶ ἀσάλευτον διαμεῖναι. «Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.» Καὶ μέντοι καὶ ὄρεσιν αὐτὴν περιέβαλεν, ὥστε τοῦ βοῤῥᾶ τὴν βλάβην διαφυγεῖν. «Ἀπὸ βοῤῥᾶ γὰρ, φησὶν, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πᾶσαν τὴν γῆν·» καὶ πάλιν, τὸν βοῤῥὰν ἐκδιώξω ἀφ' ὑμῶν· καὶ τὸ Σιὼν δὲ ὄνομα ἐπὶ τῆς πνευματικῆς ὁ θεῖος Ἀπόστολος ἐδέξατο πόλεως. «Προσεληλύθατε γὰρ, φησὶν, ὄρει Σιὼν, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ὄρη δὲ τὰ τὸν βοῤῥὰν ἐξελαύνοντα, καὶ φυλάττοντα τὴν πόλιν ἀλώβητον, εἴποι ἄν τις εἰκότως ἀποστόλους καὶ προφήτας, καὶ τὰς παντοδαπὰς ἐκείνων διδασκαλίας, καὶ πρὸς τούτοις τοὺς ἐφεστῶτας τοῖς πεπιστευκόσιν ἀγγέλους. «Παρεμβαλεῖ γὰρ, φησὶν, ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» δʹ. «Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.» Μία μέν ἐστι κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησία· διὸ προσευ-