Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1213
Not analysed yet
χόμενοι λέγομεν, Ὑπὲρ ἁγίας καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης. Διῄρηται δὲ πάλιν αὕτη κατὰ πόλεις, καὶ κώμας, καὶ ἀγρούς· ἃς βάρεις ὁ προφητικὸς προσηγόρευσε λόγος. Ὥσπερ ἑκάστη πόλις πολλὰς ἔνδοθεν οἰκίας ἔχει διῃρημένας, μία δὲ ὅμως ὀνομάζεται πόλις· οὕτω μυρίαι καὶ ἀριθμοῦ κρείττους εἰσὶν ἐκκλησίαι, καὶ ἐν νήσοις, καὶ ἐν ἠπείροις· εἰς μίαν δὲ κοινῇ πᾶσαι τελοῦσι τῇ συμφωνίᾳ τῶν ἀληθῶν ἡνωμέναι δογμάτων. Ἐν ταύταις ἔφη τὸν τῶν ὅλων Θεὸν ἐπιφαίνεσθαι, τὴν οἰκείαν ἐπικουρίαν ὀρέγοντα· «Ὁ γὰρ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.» Εἶτα τὰς ἐσομένας ἐπαναστάσεις προλέγει, καὶ τὴν τῶν πολεμίων μεταβολήν. εʹ, ϛʹ. «Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν.» Συνέδραμον μὲν γὰρ ὡς πολεμήσοντες· θεασάμενοι δὲ τῆς πολεμουμένης τὸ ἄμαχον κατεπλάγησαν. «Ἐταράχθησαν γὰρ, φησὶν, ἐσαλεύθησαν. [ζʹ, ηʹ.] Τρόμος ἐπελάβετο αὐτῶν. —Ἐκεῖ ὠδῖνες ὡς τικτούσης· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς» Θεασάμενοι, φησὶ, τὰ ἀῤῥαγῆ τῆς Ἐκκλησίας θεμέλια, καὶ καταμαθόντες τὸ τῆς προῤῥήσεως ἀψευδὲς, δέος καὶ φρίκην ἐδέξαντο, καθάπερ οἱ τὰ τῆς θαλάσσης διαπεραιούμενοι νῶτα, καὶ καταιγῖσι βαλλόμενοι, καὶ πανωλεθρίαν προσμένοντες. Οὗ δὴ χάριν τοῦ πολεμεῖν καὶ βάλλειν παυσάμενοι, αὐτοὶ κηρύττουσι τῆς πολεμουμένης τὴν δύναμιν, καὶ βοῶσι· θʹ. «Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν· ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.» Τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βουλόμενοι δέχεσθαι, δι' αὐτῶν ἐθεασάμεθα τῶν πραγμάτων τὴν ἐκείνων ἀλήθειαν. «Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Αὐτοῦ γάρ ἐστι φωνὴ, «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Οὕτω δείξας ὁ προφητικὸς λόγος τὴν τῶν πολεμίων μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις οἱ τῆς σωτηρίας τετυχηκότες χρήσονται λόγοις, τὸν εὐεργέτην ὑμνοῦντες. ιʹ. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.» Προσδεχόμεθα, φησὶ, ταύτην σου τὴν ἐπικουρίαν, ὦ Δέσποτα, τῶν σῶν ἐπαγγελιῶν εἰδότες τὸ ἀψευδές. Σὺ γὰρ εἶπας· «Μεθ' ὑμῶν