Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1216
Not analysed yet
εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» ιαʹ. «Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.» Οἱ ψευδώνυμοι θεοὶ οὐκ ἔχουσι συμβαίνουσαν τῇ προσηγορίᾳ τὴν δύναμιν· οὐ γάρ εἰσιν ὃ καλοῦνται. Τῷ δὲ σῷ ὀνόματι, Δέσποτα, ἕπεται τὰ ἔργα κηρύττοντα τὴν τῆς προσηγορίας ἀλήθειαν. Οὗ δὴ χάριν δικαίως σοι παρὰ πάσης τῆς οἰκουμένης ὁ ὕμνος προσφέρεται. Ὡς γὰρ ἁπάντων Θεὸς, οὕτω παρὰ πάντων ὑμνεῖται. «Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» Δικαίᾳ γὰρ ψήφῳ χρησάμενος, τοὺς καθ' ἡμῶν ἐπαναστάντας πολεμίους ἐσκέδασας. ιβʹ. «Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκα τῶν κριμάτων σου, Κύριε.» Ὄρος Σιὼν τοὺς τὸ ὕψος τῆς θεολογίας πεπιστευμένους ἐκάλεσε· θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων κατῆγον τὸ γένος. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύττουσι, καὶ τοῖς ἀκούουσιν, εὐφραίνεσθαι καὶ γανύεσθαι, ἕνεκα τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος τὴν τῆς οἰκουμένης ἐπραγματεύσατο σωτηρίαν. ιγʹ, ιδʹ. «Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς.» Σιὼν πάλιν καλεῖ τὸ εὐσεβὲς πολίτευμα, τουτέστι τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν. Πύργους δὲ αὐτῆς, τοὺς τῆς ἄκρας ἀρετῆς ἐπειλημμένους, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς μιμουμένους, οἳ πύργων δίκην κυκλοῦσιν αὐτὴν καὶ φυλάττουσι. Βάρεις δὲ πάλιν, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς κατὰ πόλεις, καὶ κώμας, καὶ ἀγροὺς διῃρημένας Ἐκκλησίας· τὴν γὰρ αὐτὴν καὶ μίαν λέγει, καὶ πολλάς. Παρεγγυᾷ τοίνυν ὁ προφητικὸς λόγος, ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς τὸ σωτήριον κήρυγμα πιστευθεῖσι, περινοστεῖν καὶ διατρέχειν, καὶ τούς τε πύργους στηρίζειν τῇ διδασκαλίᾳ, τήν τε ἄλλην αὐτῆς δύναμιν βεβαιοῦν, πρὸς δὲ τούτοις καὶ διανείμασθαι τὴν τῶν Ἐκκλησιῶν ἐπιμέλειαν· ὃ δὴ καὶ ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ προειρήκαμεν. Τοῦτο γὰρ καὶ ἐνταῦθα παρεγγυᾷ· «Καταδιέλεσθε τὰς βάρεις αὐτῆς·» ὥστε τοῦτον μὲν ταύτης, ἐκεῖνον δὲ ἐκείνης προμηθεῖσθαι τῆς Ἐκκλησίας,