Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1217
Not analysed yet
καὶ ἑκάστῃ ἐπιστῆναι τὸν γεωργοῦντα καὶ τὴν προσήκουσαν ποιούμενον ἐπιμέλειαν. Καὶ τοῦτο οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπιτελεῖσθαι κελεύει. Διὸ δὴ καὶ ἐπήγαγεν· «Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. [ιεʹ] Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Χρὴ γὰρ γενεὰν ἑκάστην τῇ μετ' αὐτὴν παραδιδόναι, ἃ παρὰ τῆς προτέρας παρειλήφαμεν, ὥστε ἐν ἁπάσαις ταῖς γενεαῖς διαπορθμευθῆναι τὸ σωτήριον κήρυγμα, καὶ γνῶναι πάντας ἀνθρώπους, ὅτι οὗτος ἡμῶν καὶ Θεὸς καὶ Κύριος, καὶ ποιμὴν ἀγαθὸς, καὶ αἰώνιος. Ἐπειδὴ γὰρ εἶπε, «Καταδιέλεσθε τὰς βάρεις αὐτῆς,» καὶ τὸ ποιμαίνειν αὐτοῖς ἐνεχείρισεν, ἀναγκαίως ἐδίδαξεν, ὅτι εἷς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων, εἰς αἰῶνα ποιμαίνων, καὶ ποιμαίνων οὐ μόνον τὰ πρόβατα, ἀλλὰ καὶ τοὺς τῶν προβάτων καλουμένους νομέας. ΕΡΜΗΝ. ΤΟΥ ΜΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.» Ὁ θεῖος τῶν ἀποστόλων χορὸς καὶ ἤδη τοῖς ἔθνεσι παρηγγύησε τὸν ἐπινίκιον ὕμνον προσενεγκεῖν τῷ Θεῷ· καὶ νῦν ὡσαύτως τοῖς αὐτοῖς ἔθνεσι προσφέρει παραίνεσιν, προσθεῖναι τῇ πίστει τοῦ βίου τὴν ἀρετήν. Καὶ διδάσκει τοῦ πλούτου τὸ μάταιον, καὶ τῆς τοῦ κόσμου σοφίας τὸ ἀκερδές. Προλέγει δὲ καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν ἀξίαν ἀντίδοσιν. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται, ὡς παντὸς τοῦ βίου τὸ τέλος προαγορεύων. βʹ. «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ὅτι μόνοις Ἰουδαίοις οἱ προφῆται διδασκαλίαν προσέφερον, παντί που δῆλον· ἀλλ' ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν οἰκουμένην πᾶσαν εἰς ἀκρόασιν συνεγείρει. Τοῦτο δὲ τῆς ἀποστολικῆς χάριτος ἴδιον· αὐτοῖς γὰρ τὴν τῶν ἁπάντων ἐθνῶν ὁ Δεσπότης Χριστὸς ἐνεχείρισε σωτηρίαν. «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη.» Δῆλον τοίνυν ὡς ἐξ αὐτῶν οἱ λόγοι προσφέρονται, οὐκ Ἰουδαίοις μόνοις, οὐδὲ τοῖσδε ἢ τοῖσδε τοῖς ἔθνεσιν, ἀλλὰ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. γʹ. «Οἵ τε γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων.» Τινὲς γηγενεῖς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκάλεσαν, ὡς ἐκ γῆς διαπλασθέντας, καὶ οὐκ ἐκ συνουσίας φύντας. Ἀλλὰ πόῤῥω τῆς ἀληθείας ὁ λόγος. Οὐ γὰρ τοῖς ἤδη τετελευτηκόσιν, ἀλλὰ τοῖς ἔτι ζῶσι προσφέ-