Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1220
Not analysed yet
ρουσι τὴν παραίνεσιν. Τοὺς διαφόρους τοίνυν αἰνίττεται βίους· οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦσιν, οἱ δὴ ἀγροὺς καὶ κώμας, περὶ τὴν γεωργίαν ἐσχολακότες. Καὶ οἱ μὲν γὰρ ἡμερώτεροι τῶν ἀνθρώπων, οἱ δὲ ἀγριώτεροι· καὶ οἱ μὲν λογικώτερον ζῶσιν, οἱ δὲ θηριωδέστερον τὰς ἐρήμους οἰκοῦσιν· οἱ μὲν ἁμαξόβιοι προσαγορευόμενοι, οἱ δὲ σκηναῖς ἀντ' οἰκιῶν κεχρημένοι. Τούτους οἶμαι γηγενεῖς ὀνομάζεσθαι, ὡς τῆς λογικωτέρας ἀφεστηκότας ζωῆς. Ἀντὶ τοῦ, Ἅπαντες ἄνθρωποι, τῶν λεγομένων ἀκούσατε, ἀστοὶ καὶ χωριτικοὶ, ἡμερώτεροι καὶ ἀγριώτεροι, καὶ κοινῇ πάντες καὶ ἰδίᾳ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, οἱ γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἡ ἀνθρωπότης, εἶπε, καὶ προσέτι υἱοὶ ἑκάστου ἀνδρὸς, ἀντὶ τοῦ, Καὶ κοινῇ ἡ φύσις ἀκουσάτω τῶν λεγομένων, καὶ ἰδίᾳ ἕκαστος τὴν ὠφέλειαν καρπούσθω. «Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.» Κατὰ τ' αὐτὸ καὶ οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, τὴν παραίνεσιν δέξασθαι. Πλούτου γὰρ καὶ πενίας ὁ διδασκαλικὸς λόγος οὐκ οἶδε διαφοράν. δʹ, εʹ. «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.» Σοφίας, φησὶ, μεστὰ τὰ παρ' ἐμοῦ προσφερόμενα ῥήματα· μεμάθηκα δὲ ταῦτα τοῖς ἐν βάθεσι κεκρυμμένοις τοῦ Κυρίου λόγοις τὴν ἀκοὴν ὑποθείς. Ἃ δὲ διὰ τῆς ἀκοῆς ἐδεξάμην, ταῦτα ὡς δι' ὀργάνου προφέρω τῆς γλώττης. Βούλεται δὲ εἰπεῖν, ὅτι Οὐδὲν ἴδιον φθέγγομαι, ἀλλὰ τῆς θείας εἰμὶ χάριτος ὄργανον. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οἶκον τούτων τὰς ἑρμηνείας προσέφερεν. [Διὸ ἐξ αὐτῶν τοῦ προσώπου καὶ οἱ ἔμπροσθεν ἀνεφωνοῦντο ψαλμοί. Ὁ τοίνυν χορὸς ὁ ἀποστολικὸς τὴν σοφίαν τοῦ Θεοῦ, δηλαδὴ τὸν Χριστόν· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· διὰ στόματος φέρων, ἔλεγε, «Τὸ στόμα μου λαλήσει σοφίαν·» ἐπειδὴ τὸν Χριστὸν θεολογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι. Τὰ δὲ τῆς διανοίας αὐτῶν οὐδὲν ἕτερον ἢ συνέσεις ἐμελέτα. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς τὰς παραβολὰς τοῦ Σωτῆρος ἡμῶν τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνεῖναι πάσας, καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Αὐτίκα γοῦν, μετὰ τὴν ἔκθεσιν τῶν παραβολῶν, ὁ μὲν Σωτὴρ ἠρώτα αὐτοὺς λέγων, «Συνήκατε ταῦτα πάντα;» οἱ δὲ λέγουσιν αὐτῷ, Ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις. Εἶτ' ἐπὶ τούτοις ἀνοίξω ἐν ψαλ-