Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1221
Not analysed yet
τηρίῳ τὸ πρόβλημά μου. Ἐγὼ μὲν γὰρ, φησὶ, ἀκονήσας τὸ διανοητικόν μου εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν δεδύνημαι ἐπακολουθῆσαι τῇ ἐμφερομένῃ ἐν αὐταῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα, ἀνοίξω τὰ κεκρυμμένα καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς· καὶ ταῦτα πράξω διὰ τοῦ ἐμοῦ ψαλτηρίου τοῦ σωματικοῦ δηλαδὴ ὀργάνου, ὅπερ ὄργανον τῆς ἐνοικούσης ἐν αὐτῷ ψυχῆς τυγχάνον ἀντὶ Ψαλτηρίου αὐτῇ παραδέδοται, πρὸς τὸ ἀνακρούεσθαι ἐν αὐτῷ τῷ Θεῷ τοὺς ὕμνους καὶ ἀναπέμπειν ἕκαστον αἰσθητήριον, καὶ μέλος καὶ μέρος τοῦ σώματος ἐπιστημόνως κινοῦσαν.] Ταῦτα ὡς ἐν προοιμίῳ διεξελθὼν, ἄρχεται λοιπὸν τῆς παραινέσεως. ϛʹ. «Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.» Δέδια καὶ τρέμω τὴν ἡμέραν τῆς ἀνταποδόσεως, ἐν ᾗ ὁ δίκαιος Κριτὴς ἀνταποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. [Τοῦτο δὲ γνόντες καὶ αὐτοὶ τὸν τοιοῦτον πρὸ ὀφθαλμῶν ἀναλάβετε φόβον. Εἰ γὰρ ἐγὼ ὁ δεδυνημένος εἰπεῖν, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου συνέσεις, κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, μετὰ ταῦτα ἔμφοβός εἰμι καὶ ἔντρομος· διατί οὐχὶ καὶ ὑμεῖς· Εἰ δέ τις πυνθάνοιτο ἱνατί φοβοῦμαι, ἀκουέτω μετὰ παῤῥησίας· ἔστι τις ἡμέρα πονηρὰ περὶ ἧς μυρία ἐν ταῖς προφητικαῖς ἀναφωνεῖται Γραφαῖς] Αἴτιος δέ μοι τοῦ δέους ὁ παράνομος βίος, δι' ὃν τῆς εὐθείας ἐξετράπην ὁδοῦ. Τὴν γὰρ πτέρναν ἔνιοι μὲν τοῦ βίου τὴν ὁδὸν προσηγόρευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπάτην αἰνίττεσθαι, ἐκ μεταφορᾶς τῶν δρομέων, ὡς καὶ ἤδη προειρήκαμεν, οἳ τῇ πτέρνῃ πολλάκις τοὺς ἀνταγωνιστὰς καταβάλλουσι. Τοῦτο ἡμᾶς καὶ ὁ Ἡσαῦ ἐδίδαξεν ὀδυρόμενος· Δικαίως γὰρ, φησὶν, ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.» Πονηρὰν δὲ ἡμέραν τὴν τῆς κρίσεως προσηγόρευσε, κατὰ τὸ παρ' ἡμῖν πολιτευόμενον ἔθος. Εἰώθασι γὰρ πολλοὶ κακὴν ὀνομάζειν ἡμέραν, ἐν ᾗ λυπηροῖς τισιν αὐτοὺς συμβαίνει περιπεσεῖν. [Εἰκότως τοίνυν οὕτως προσαγορεύεται, ὡς ἂν τῆς ἑκάστου πονηρίας οὖσα ἐλεγκτική· καὶ ὡς τὰς κολάσεις τοῖς ἀσεβέσι διὰ τῆς περιμενούσης αὐτοῖς ὀργῆς ἐπάγουσα. Διὰ τοῦτο κἀγὼ φρίττω ὁ ταῦτα φθεγγόμενος· ἡ γὰρ ἀνομία τῆς πτέρνης μου κατ' αὐτὴν ἐκείνην τὴν πονηρὰν κυκλώσει με. Ἀνομία δὲ πτέρνης λέλεκται ἡ τῆς ὁδοῦ, καθ' ἣν τὸν παρόντα βίον διανύομεν, παρεκτροπὴ ἤγουν