Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1224
Not analysed yet
ἀπάτη.] Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος τὴν τῆς κρίσεως ἡμέραν καλεῖ· «Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» ζʹ. «Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι.» Ἐγὼ μὲν, φησὶ, δέδια καὶ τρέμω τὴν προσδοκωμένην ἡμέραν· ὑμεῖς δὲ οἱ τῷ πλούτῳ κομῶντες, ἐκείνης μὲν οὐδεμίαν ποιεῖσθε φροντίδα, τῇ δὲ ὑπερηφανίᾳ τῆς περιουσίας μεγαλαυχούμενοι, ὡς μονίμοις θαῤῥεῖτε τοῖς ῥέουσιν. ηʹ, θʹ. «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.» Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς οὔτε προγόνων καὶ ἀδελφῶν ἀρετὴ καὶ εὐσέβεια τοὺς τούτων γεγυμνωμένους ὀνίνησιν, οὔτε μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν δυνατὸν διὰ χρημάτων πορίσασθαι σωτηρίαν. Κατὰ γὰρ τὸν παρόντα βίον «λύτρον ἀνδρὸς, ᾗ φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος.» Ταύτην προσενεγκὼν τοῖς πλούτῳ κακῶς κεχρημένοις τὴν συμβουλὴν, πρὸς τοὺς τῆς ἀρετῆς ἐργάτας μεταφέρει τὸν λόγον, καί φησι· «Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. [ιʹ, ιαʹ.] Καὶ ζήσεται εἰς τέλος. Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας.» Ὁ γὰρ τοὺς ὑπὲρ εὐσεβείας καὶ δικαιοσύνης ὑπομείνας ἱδρῶτας, καὶ τοὺς ὑπὲρ αἰωνίων ἀγαθῶν ἀναδεξάμενος πόνους, τὴν ἀνώλεθρον ἔχει ζωὴν τῶν πόνων καρπόν· καὶ τοῖς τοῦ κόσμου σοφοῖς, οὓς μωροὺς ὁ ἀποστολικὸς ὀνομάζει λόγος, οὐ κοινωνήσει τῆς αἰωνίου φθορᾶς, καὶ τῆς ἀεὶ τιμωρίας. «Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.» Οὗτοι γὰρ, φησὶν, οἱ καλούμενοι σοφοὶ, οὐδεμίαν ἐκ τῆς σοφίας ὠφέλειαν εὑράμενοι, τὸν αὐτὸν τοῖς ἀμαθέσι τίσουσιν ὄλεθρον. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁμοῦ ἀνόητος καὶ ἀμαθὴς ἀπολοῦνται. Καὶ καλεῖ μὲν ἀνόητον τὸν καλούμενον σοφὸν, ὡς συνεῖναι τὸ δέον οὐκ ἐθελήσαντα· ἀμαθῆ δὲ τὸν τῆς μὲν σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. «Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. [ιβʹ] Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα· σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.» Οὐ μόνης δὲ τῆς σοφίας, ἀλλὰ καὶ τῆς δυναστείας, καὶ τῆς περιουσίας γυμνωθέντες ἁπάσης, δέξονται