Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1225
Not analysed yet
τοῦ βίου τὸ τέλος, ἀπὸ τῶν περιφανῶν οἰκιῶν τοῖς τάφοις παραπεμπόμενοι, καὶ ταύτας οἰκεῖν δι' αἰῶνος ἀναγκαζόμενοι. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν.» Καὶ μὴν, φησὶν, ἀπὸ τῶν ὀνομάτων αὐτῶν τὰ κτήματα αὐτῶν προσηγόρευται. Τοῦ δεῖνος γὰρ ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρὸς, καὶ τοῦ δεῖνος ὁ οἰκέτης· ἀλλὰ σὺν τῇ δεσποτείᾳ ἡ τῶν ὀνομάτων ἀμείβεται προσηγορία. Ὥσπερ γὰρ ἕτεροι κύριοι τῶν ὑπ' ἐκείνων καταλειφθέντων ἐγένοντο, οὕτω γενήσεται καὶ τῶν ὀνομάτων ἐναλλαγή. Πάλιν γὰρ ἐκ τούτων αἱ προσηγορίαι τεθήσονται. Διὰ πάντων δὲ ἡμᾶς ὁ λόγος διδάσκει, μὴ θαῤῥεῖν τοῖς παροῦσιν, ἀλλὰ τῶν μελλόντων ἐπιμελεῖσθαι. ιγʹ. «Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ταύτης δέ φησιν αἴτιον τῆς ἀνοίας, τὸ μὴ θελῆσαι συνιέναι ἡμᾶς τὴν οἰκείαν τιμὴν, καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἀξίαν, ἀλλὰ τὸν κτηνώδη καὶ θηριώδη βίον ἀσπάσασθαι. ιδʹ. «Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς.» Εἰς δὲ τὴν ἀλογίαν ἐξέπεσον, κάκιστον ἐξ ἀρχῆς ἐσχηκότες τρόπον, καὶ ἐπὶ τὰς πονηρὰς ἐκκλίναντες πράξεις. Ὁδὸν γὰρ τὰς πράξεις ὠνόμασεν. «Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.» Μεταμελείᾳ δὲ χρήσονται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, οὐδὲν ἐκ ταύτης λοιπὸν ποριζόμενοι κέρδος. ιεʹ. «Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὡς πρόβατα ᾅδου ἔταξαν ἑαυτοὺς, θάνατος νεμήσει αὐτούς· αὐτοὶ γὰρ ἑαυτοῖς τὰς κολάσεις προὐξένησαν, καὶ τὸν θάνατον προείλοντο τῆς ζωῆς. «Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ· καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ, ἐκ τῆς δόξης αὑτῶν ἐξώσθησαν.» Οἱ δὲ νῦν ὑπ' αὐτῶν ἀδικούμενοι καὶ καταφρονούμενοι, τὴν κατ' αὐτοὺς οὐκ εἰς μακρὰν σχήσουσιν ἐξουσίαν. Πάσης γὰρ τῆς προτέρας εὐημερίας γεγυμνωμένοι τῷ θανάτῳ παραδοθήσονται. Συνᾴδει δὲ τούτοις καὶ ἡ τοῦ Κυρίου παραβολὴ, τὸν μὲν Λάζαρον ἐν τοῖς κόλποις δεικνῦσα τοῦ Ἀβραάμ· τὸν δὲ ἀλαζόνα πλούσιον πικρῶς κολαζόμενον, καὶ τοῦ πένητος