Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1228
Not analysed yet
ἱκέτην γινόμενον· οὕτω τὸ ἐκείνων τέλος διεξελθὼν, ἱκετείαν τῷ Θεῷ προσφέρει. Ὁ τούτοις δὲ χρησάμενος τοῖς λόγοις, μὴ τὴν αὐτὴν ἐκείνοις τελευτὴν ὑπομεῖναι αἰτεῖ· φησὶ δὲ οὕτως· ιϛʹ. «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.» Μετὰ ταῦτα τοῖς πενίᾳ συμβιοτεύουσι, καὶ διὰ τὴν τῶν πλουσίων τρυχομένοις ἀλαζονείαν, εἰσήγησιν εἰσφέρει καὶ συμβουλήν. ιζʹ, ιηʹ. «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.» Μὴ μέγα τι, φησὶ, νόμιζε τὴν παροῦσαν εὐημερίαν· οὐ μόνιμος γὰρ ὁ περίβλεπτος πλοῦτος. Οἱ γὰρ ἐπὶ τούτῳ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶντες, μικρὸν ὕστερον τὰ πάντα καταλείψαντες, τῷ θανάτῳ παραδοθήσονται. ιθʹ. «Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν ζωῇ αὐτοῦ εὐλογηθήσεται.» Ζῶντα, φησὶ, τὸν πλούτῳ κομῶντά τινες μακαρίζουσιν· ἀποθανόντα μέντοι τρισάθλιον ὀνομάζουσιν. «Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· «Ἐπαινέσει σε ἐὰν καλῶς ποιήσῃς αὐτοῖς.» Οὗτος γὰρ ὁ ἀληθὴς ἔπαινος, τὸ μὴ μόνον ζῶντα, ἀλλὰ καὶ τετελευτηκότα ἀοίδιμον εἶναι καὶ πολυθρύλλητον. Ἄξιος δὲ τοιούτων ἐπαίνων ὁ εἰς οἰκείαν ὠφέλειαν τὸν πλοῦτον οἰκονομήσας· ἡ γὰρ εἰς τοὺς ἄλλους εὐεργεσία εἰς αὐτὸν ἀνατρέχει τὸν εὐεργέτην. κʹ. «Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὑτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς.» Ἀντὶ τοῦ εἰσελεύσεται, εἰσελεύσῃ οἱ τρεῖς ἡρμήνευσαν. Ὄψει, φησὶ, τοῦτον πρὸς ὃν εἶπον· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, τὸν αὐτὸν τοῖς πατράσιν ὑπομένοντα θάνατον· καὶ οὐ μόνον τοῦ παρόντος φωτὸς, ἀλλὰ καὶ τοῦ αἰωνίου στερούμενον. καʹ. «Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Αἰτία δὲ τούτων ἡ κτηνώδης ζωὴ, ἢν τῶν ἀνθρώπων οἱ πλείους προείλοντο, τὴν παρὰ τοῦ Θεοῦ δεδομένην ἀποβεβληκότες τιμήν. Λογικοὶ γὰρ λεγόμενοι, τὴν ἀλογίαν ἠγάπησαν. ΕΡΜΗΝ. ΤΟΥ ΜΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Ἄλλου χοροῦ ψαλ-