Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1229
Not analysed yet
μῳδῶν χοροδιδάσκαλος οὗτος, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία. Τὰ μὲν γὰρ ἀπὸ τοῦ τεσσαρακοστοῦ πρώτου προηρμηνευμένα οἱ Κορὲ υἱοὶ, κορυφαῖοι καὶ αὐτοὶ χοροῦ ἑτέρου γενόμενοι, ᾄδειν ἐνεχειρίσθησαν. Ἔχουσι δὲ καὶ ἄλλους ψαλμοὺς, τὴν αὐτῶν ἐπιγραφὴν ἔχοντας, οὓς, εἰ ὁ Θεὸς ἐπιτρέψειεν, ἑρμηνεύσομεν. Ὁ δὲ παρὼν ψαλμὸς, τῷ Ἀσὰφ ἀνακείμενος, σύμφωνός ἐστι τῷ προτεταγμένῳ ψαλμῷ· καὶ αὐτὸς γὰρ τὸ μέλλον προαγορεύει κριτήριον, καὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν. Προαγορεύει μέντοι καὶ τὴν καινὴν διαθήκην, δεικνὺς τὴν κατὰ νόμον λατρείαν οὐ θυμήρη Θεῷ. «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.» Καὶ ὁ πρὸ τούτου ψαλμὸς πάντας ἀνθρώπους εἰς διδασκαλίαν ἐκάλεσε, καὶ οὗτος ὡσαύτως πάντα τῆς οἰκουμένης τὰ πέρατα. Τὸ γὰρ, «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν,» τοῦτο δηλοῖ. Τὸ δὲ Θεὸς θεῶν, οἱ τρεῖς ἑτέρως ἡρμήνευσαν, Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ὀνομάζουσι τοὺς ἄρχειν λαχόντας, καὶ κρίνειν πεπιστευμένους, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοῦτο ἡμᾶς ὁ ὀγδοηκοστὸς πρῶτος διδάσκει ψαλμὸς, καὶ αὐτὸς τῷ Ἀσὰφ ἐπιγεγραμμένος. Εἰρηκὼς γὰρ, «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» ἐπήγαγεν· «Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ· ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοῦτο δὲ ἱερέων ἴδιον, καὶ τῶν ἄλλων, ὅσοι τὸ δικάζειν ἐνεχειρίσθησαν. Οὕτω καὶ ὁ νόμος διαγορεύει, «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Κυρίως δ' ἂν θεοὶ κληθεῖεν οἱ κατ' εἰκόνα θείαν γεγενημένοι, καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. Ὁ γὰρ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ δικαστήριον. βʹ. «Ἐκ Σιὼν εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.» Αὐτὸς δὲ οὗτός ἐστιν ὁ ἐν τῇ Σιὼν τὴν οἰκείαν εὐπρέπειαν καὶ ὡραιότητα δείξας, καὶ τὰ σωτήρια καταδεξάμενος πάθη, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὀνομασθεὶς ἐν τοῖς ἑρμηνευθεῖσι ψαλμοῖς. γʹ. «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Μὴ γὰρ δὴ νομίσητε κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν καὶ τὴν δευτέραν γενήσεσθαι. Τότε μὲν γὰρ τῇ εὐτελείᾳ καὶ τῇ πτωχείᾳ συνεκάλυψε τὴν οἰκείαν μεγαλοπρέπειαν·