Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1232
Not analysed yet
νῦν δὲ προφανῆ δείξει πᾶσι τὴν δεσποτείαν, καὶ τὴν βασιλείαν, οὐκέτι μακροθυμίᾳ χρώμενος, ἀλλὰ κρίνων δικαίως. Τοῦτο γὰρ εἶπεν, Οὐ παρασιωπήσεται. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.» Ταῦτα ὁ μακάριος Δανιὴλ ἐθεάσατο· «Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.» δʹ. «Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ.» Καὶ τὴν νομοθεσίαν ποιησάμενος, τῷ μακαρίῳ προσέταξε Μωσῇ συναγαγεῖν τὸν λαὸν, καὶ διαμαρτύρασθαι τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅπερ καὶ τῆς ᾠδῆς τοῦτο προοίμιον ἐποιήσατο· «Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Καλεῖ δὲ εἰς μαρτυρίαν οὐχ ὡς ἔμψυχα ταῦτα, ἀλλ' ὡς τῶν ἄλλων περιεκτικὰ ποιημάτων, εἰς φόβον τῶν ἀκουόντων. Οὕτως ὁ μακάριος Ἀβραὰμ τὰς ἑπτὰ ἀμνάδας ἔστησεν εἰς μαρτύριον, καί φησιν, ὅτι «Ἐμόν ἐστι τὸ φρέαρ.» Οὕτω τὸν βουνὸν ὁ Ἰακὼβ καὶ ὁ Λάβαν βουνὸν μαρτυρίας ἐκάλεσεν. εʹ, ϛʹ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστι.» Διὰ μὲν τῶν προειρημένων τὸ φοβερὸν αὐτοῦ κριτήριον ἔδειξε· διὰ δὲ τούτων, καὶ τῶν ἑξῆς, διδάσκει τὸ ἀτελὲς τῆς κατὰ νόμον λατρείας, καὶ ὅτι τῶν προσφερομένων ἱερείων Θεῷ θυμῆρες οὐδέν. Ὁσίους δὲ καλεῖ, τὸν Μωσέα, τὸν Ἀαρὼν, τὸν Ἐλεάζαρον, τὸν Φινεὲς, καὶ τοὺς μετ' αὐτοὺς ἅπαντας κατὰ νόμον ἱερατεύσαντας. Συναχθῆναι δὲ αὐτοὺς κελεύει, οὐχ ἵνα δίκας εἰσπράξηται, οἷα δὴ ἐναντία πεφρονηκότας· αὐτοῦ γὰρ ὁ νόμος, καὶ τούτῳ πειθόμενος τῶν προειρημένων ἕκαστος τὰς θυσίας προσέφερεν· ἀλλ' ἵνα καὶ διὰ τῶν παρόντων τὸν οἰκεῖον δείξῃ σκοπὸν, καὶ τὴν νηπίοις ἁρμόττουσαν καταπαύσας διδασκαλίαν, τὰ τέλεια προσενέγκῃ παθήματα. Τούτων δὲ, φησὶ, γινομένων, θαυμάσουσιν οἱ οὐρανοὶ τῆς ψήφου τὸ δίκαιον. Διὰ δὲ τῶν οὐρανῶν τὰς οὐρανίους δυνάμεις ᾐνίξατο. ζʹ. «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι.» Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· «Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι.» Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· «Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ.» Ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευ-