Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1233
Not analysed yet
θερώσας, ὁ τὴν διὰ τῆς θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς τῶν νόμων ὁρῶν τὸ διάφορον. ηʹ. «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός.» Οὐκ ἀμέλειάν σοι, φησὶ, θυσιῶν ἐγκαλῶ· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶμαι. θʹ—ιαʹ. «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν.» Πάντων εἰμὶ, φησὶ, καὶ ποιητὴς, καὶ δεσπότης, καὶ τῶν χερσαίων ζώων, καὶ τῶν ἀεροπόρων ὀρνίθων. Μὴ τοίνυν ἡγοῦ τὴν ἐμὴν χρείαν πληροῦν· ἐγὼ γὰρ καὶ τούτοις τὸ εἶναι δέδωκα, καὶ τοὺς ἀπὸ γῆς φύεσθαι κελεύω καρπούς. Ὡραιότητα γὰρ ἀγροῦ τοὺς παντοδαποὺς καρποὺς τῆς γῆς λέγει. Ἐπειδὴ γὰρ ἀπὸ τῶν χερσαίων προσεφέροντο ζώων βόες, καὶ τράγοι, καὶ πρόβατα· καὶ ἀπὸ τῶν πετεινῶν περιστεραὶ καὶ τρυγόνες· καὶ ἀπὸ τῶν καρπῶν, σεμίδαλις, καὶ οἶνος, καὶ ἔλαιον, καὶ τὰ τῶν ἀτμῶν ἡδύσματα· ἀναγκαίως ἁπάντων ἐμνημόνευσεν, ἵνα πᾶσαν τὴν τοιαύτην καταπαύσῃ λατρείαν. Εἶτα εἰρωνικῶς· ιβʹ. «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς.» Ἐὰν, φησὶ, δεηθῶ τροφῆς, οὐ τῆς σῆς δέομαι χορηγίας. Πάσης γὰρ ὁμοῦ τῆς κτίσεως ποιητής εἰμι καὶ δεσπότης. Εἶτα τῆς οἰκείας φύσεως τὴν ἀπάθειαν διδάσκει. ιγʹ. «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;» Οὕτως ἐκείνων τὸ ἀνόητον δείξας, καὶ διδάξας ὡς τῆς νηπίας ἕνεκα διανοίας, ἐκείνας αὐτοῖς τὰς θυσίας πάλαι προσφέρειν ἐνομοθέτησε, τὴν καινὴν προανοίγνυσι διαθήκην, καὶ τὴν ἀρέσκουσαν αὐτῷ θυσίαν νομοθετεῖ. ιδʹ, ιεʹ. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Εἰς καιρὸν καὶ τῆς ἁγίας Τριάδος ἀπεκάλυψε τὸν τίμιον ἀριθμὸν, καὶ τῇ καινῇ διαθήκῃ συνέζευξεν· μετὰ γὰρ ταύτης καὶ τὴν τῆς ἁγίας Τριάδος ἐδεξάμεθα γνῶσιν. Διεῖλε δὲ τὰ πράγματα, οὐχ ἵνα τῆς ἀδιαιρέτου καὶ ἁγίας Τριάδος τὰς ἐνεργείας διέλῃ, ἀλλ' ἵνα τὸν ἀριθμὸν προφητικῶς καὶ τοὺς μετὰ ταῦτα διδάξῃ. Λέγει τοίνυν· «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς