Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1236
Not analysed yet
σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου.» Τρία δὲ ἐκ τούτων ἐδιδάχθημεν πρόσωπα. Οὐκ ἐπειδὴ μὲν μόνον Θεὸς, οὐδὲ μόνον Ὕψιστος, οὐδὲ αἰνέσεως θυσίαν δεχόμενος, τὰς αἰτήσεις χαρίζεται. Ἑκάστη γὰρ ἰδιότης καὶ Θεὸς, καὶ ὕψιστος, καὶ ἀγαθῶν χορηγός. Θυσίαν δὲ αἰνέσεως καλεῖ τοὺς δικαίοις πρέποντας ὕμνους· εὐχὰς δὲ τὰς ὑποσχέσεις. Οὕτω γὰρ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ψαλμῷ λέγει, «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.» Ἐπειδὴ δὲ εἶπεν, «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε,» διδάσκει λοιπὸν ἐφ' οἷς ἠλέγχθη. ιϛʹ, ιζʹ. «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Ἐπειδὴ γάρ εἰσί τινες ἑτέροις μὲν πλημμελοῦσιν ἐπιμεμφόμενοι, καὶ τῶν θείων νόμων ἀναμιμνήσκοντες, αὐτοὶ δὲ παραβαίνοντες ἃ διδάσκουσιν, εἰκότως πρὸς τοὺς τοιούτους ἀποτείνεται λέγων· Τί δήποτε ἐπὶ τοῖς ἐμοῖς βρενθυόμενοι δικαιώμασι, καὶ ἄνω καὶ κάτω περὶ τοῦ νόμου διαλεγόμενοι, τὴν ἐντεῦθεν ὠφέλειαν οὐ προσεδέξασθε, ἀλλὰ καταφρονητικῶς περὶ τοὺς ἐμοὺς διετέθητε λόγους; διηγεῖται δὲ καὶ τῶν τολμωμένων τὰ εἴδη. ιηʹ—κʹ. «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.» Πολλὰ, φησὶ, καὶ παντοδαπὰ τὰ παρὰ σοῦ τολμηθέντα παρανομήματα· ἀποστολικῶς γὰρ εἰπεῖν, «Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις,» καὶ τῶν τὰ τοιαῦτα τολμώντων συνεργὸς γίνῃ καὶ κοινωνός.» Ἀληθείας δὲ τὸ στόμα γυμνώσας, ψεύδους τοῦτο καὶ πονηρίας ἐνέπλησας. Δόλος δέ σοι παραθήγει τὴν γλῶσσαν. Διόπερ καὶ συγγενείας καταφρονεῖς, καὶ τῆς φύσεως τοὺς νόμους πατεῖς, καὶ κρύβδην τὰς κατὰ τῶν ἀδελφῶν ἐνέδρας ὑφαίνεις, καὶ διατελεῖς καὶ λόγοις διαβάλλων, καὶ ἔργοις ἐπιβουλεύων. Οὕτω τῆς παρανομίας τὴν διήγησιν ποιησάμενος, καὶ ἣν ἔχει διδάσκει μακροθυμίαν, καὶ ἣν ἐποίσει τιμωρίαν, προλέγει. καʹ. «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος.» Ἐγὼ ταῦτα ὁρῶν ὑπὸ σοῦ τολμώμενα, μακροθυμίᾳ χρώμενος, ἀναμένω τὴν μεταμέλειαν. Σὺ δὲ καὶ τὴν μακροθυμίαν εἰς ἀφορμὴν ἔλαβες δυσσεβείας, τοπάσας